Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

μή τι οὖν οὐ πέπεικέ με ὁ λόγος; καὶ μὴν οὐκ ἄλλα τινὰ οὕτως ἐξ ἀρχῆς ἐδοκίμασα ἣ εἱλόμην καὶ νῦν περὶ τούτων ἀναγιγνώσκω, ταῦτα ἀκούω, ταῦτα γράφω· ἄλλον οὐχ εὑρήκαμεν μέχρι νῦν ἰσχυρότερον τούτου λόγον.

τί οὖν τὸ λεῖπόν μοι ἐστίν; μὴ οὐκ ἐξῄρηται τἀναντία δόγματα; μὴ αὐταὶ αἱ ὑπολήψεις ἀγύμναστοί εἰσιν οὐδʼ εἰθισμέναι ἀπαντᾶν ἐπὶ τὰ ἔργα, ἀλλʼ ὡς ὁπλάρια ἀποκείμενα κατίωται καὶ οὐδὲ περιαρμόσαι μοι δύναται;

καίτοι οὔτʼ ἐπὶ τοῦ παλαίειν οὔτʼ ἐπὶ τοῦ γράφειν ἢ ἀναγιγνώσκειν ἀρκοῦμαι τῷ μαθεῖν, ἀλλʼ ἄνω κάτω στρέφω τοὺς προτεινομένους καὶ ἄλλους πλέκω καὶ μεταπίπτοντας ὡσαύτως.

τὰ δʼ ἀναγκαῖα θεωρήματα, ἀφʼ ὧν ἔστιν ὁρμώμενον ἄλυπον γενέσθαι, ἄφοβον ἀπαθῆ, ἀκώλυτον, ἐλεύθερον, ταῦτα δʼ οὐ γυμνάζω οὐδὲ μελετῶ κατὰ ταῦτα τὴν προσήκουσαν μελέτην.

εἶτά μοι μέλει, τί οἱ ἄλλοι περὶ ἐμοῦ ἐροῦσιν, εἰ φανοῦμαι αὐτοῖς ἀξιόλογος, εἰ φανοῦμαι εὐδαίμων;

ταλαίπωρε, οὐ θέλεις βλέπειν, τί σὺ λέγεις περὶ σαυτοῦ; τίς φαίνῃ σαυτῷ; τίς ἐν τῷ ὑπολαμβάνειν, τίς ἐν τῷ ὀρέγεσθαι, τίς ἐν τῷ ἐκκλίνειν· τίς ἐν ὁρμῇ, παρασκευῇ, ἐπιβολῇ, τοῖς ἄλλοις τοῖς ἀνθρωπικοῖς ἔργοις;

ἀλλὰ μέλει σοι, εἴ σε ἐλεοῦσιν οἱ ἄλλοι; — ναί· ἀλλὰ παρὰ τὴν ἀξίαν ἐλεοῦμαι. — οὐκοῦν ἐπὶ τούτῳ ὀδυνᾷ; ὁ δέ γε ὀδυνώμενος ἐλεεινός ἐστιν; — ναί. — πῶς οὖν ἔτι παρὰ ἀξίαν ἐλεῇ; αὐτοῖς γὰρ οἷς περὶ τὸν ἔλεον πάσχεις κατασκευάζεις σεαυτὸν ἄξιον τοῦ ἐλεεῖσθαι.

τί οὖν λέγει Ἀντισθένης; οὐδέποτʼ ἤκουσας; βασιλικόν, ὦ Κῦρε, πράττειν μὲν εὖ, κακῶς δʼ ἀκούειν.

τὴν κεφαλὴν ὑγιᾶ ἔχω καὶ πάντες οἴονται ὅτι κεφαλαλγῶ. τί μοι μέλει; ἀπύρετός εἰμι καὶ ὡς πυρέσσοντί μοι συνάχθονται· τάλας, ἐκ τοσούτου χρόνου οὐ διέλειπες πυρέσσων. λέγω καὶ ἐγὼ σκυθρωπάσας ὅτι ναί· ταῖς ἀληθείαις πολὺς ἤδη χρόνος, ἐξ οὗ μοι κακῶς ἐστιν. τί οὖν γένηται; ὡς ἂν ὁ θεὸς θέλῃ. καὶ ἅμα ὑποκαταγελῶ τῶν οἰκτειρόντων με.

τί οὖν κωλύει καὶ ἐνταῦθα ὁμοίως; πένης εἰμί, ἀλλὰ ὀρθὸν δόγμα ἔχω περὶ πενίας. τί οὖν μοι μέλει, εἴ μʼ ἐπὶ τῇ πενίᾳ ἐλεοῦσιν; οὐκ ἄρχω, ἄλλοι δʼ ἄρχουσιν. ἀλλʼ ὃ δεῖ ὑπειληφέναι, ὑπείληφα περὶ τοῦ ἄρχειν καὶ μὴ ἄρχειν.

ὄψονται οἱ ἐλεοῦντές με, ἐγὼ δʼ οὔτε πεινῶ οὔτε διψῶ οὔτε ῥιγῶ, ἀλλʼ ἀφʼ ὧν αὐτοὶ πεινῶσιν ἢ διψῶσιν οἴονται κἀμέ. τί οὖν αὐτοῖς ποιήσω; περιερχόμενος κηρύσσω καὶ λέγω μὴ πλανᾶσθε, ἄνδρες, ἐμοὶ καλῶς ἐστιν· οὔτε πενίας ἐπιστρέφομαι οὔτε ἀναρχίας οὔτε ἁπλῶς ἄλλου οὐδενὸς ἢ δογμάτων ὀρθῶν· ταῦτα ἔχω ἀκώλυτα, οὐδενὸς πεφρόντικα ἔτι;

καὶ τίς αὕτη φλυαρία; πῶς ἔτι ὀρθὰ δόγματα ἔχω μὴ ἀρκούμενος τῷ εἶναι ὅς εἰμι, ἀλλʼ ἐπτοημένος ὑπὲρ τοῦ δοκεῖν;

ἀλλʼ ἄλλοι πλειόνων τεύξονται καὶ προτιμηθήσονται. — τί οὖν εὐλογώτερον ἢ τοὺς περί τι ἐσπουδακότας ἐν ἐκείνῳ πλεῖον ἔχειν, ἐν ᾧ ἐσπουδάκασιν; περὶ ἀρχὰς ἐσπουδάκασιν, σὺ περὶ δόγματα· καὶ περὶ πλοῦτον, σὺ περὶ τὴν χρῆσιν τῶν φαντασιῶν.

ὅρα, εἰ ἐν τούτῳ σου πλέον ἔχουσιν, περὶ ὃ σὺ μὲν ἐσπούδακας, ἐκεῖνοι δʼ ἀμελοῦσιν· εἰ συγκατατίθενται μᾶλλον περὶ τὰ φυσικὰ μέτρα, εἰ ὀρέγονταί σου ἀναποτευκτότερον, εἰ ἐκκλίνουσιν ἀπεριπτωτότερον, εἰ ἐν ἐπιβολῇ, ἐν προθέσει, εἰ ἐν ὁρμῇ μᾶλλον εὐστοχοῦσιν, εἰ τὸ πρέπον σῴζουσιν ὡς ἄνδρες, ὡς υἱοί, ὡς γονεῖς, εἶθʼ ἑξῆς κατὰ τὰ ἄλλα τῶν σχέσεων ὀνόματα.

εἰ δʼ ἄρχουσιν ἐκεῖνοι, σὺ δʼ οὐ θέλεις σαυτῷ τὰς ἀληθείας εἰπεῖν, ὅτι σὺ μὲν οὐδὲν τούτου ἕνεκα ποιεῖς, ἐκεῖνοι δὲ πάντα, ἀλογώτατον δὲ τὸν ἐπιμελούμενόν τινος ἔλαττον φέρεσθαι οὐ ἢ τὸν ἀμελοῦντα;

οὔ, ἀλλʼ ἐπειδὴ φροντίζω ἐγὼ δογμάτων ὀρθῶν, εὐλογώτερόν μέ ἐστιν ἄρχειν. — ἐν ᾧ φροντίζεις, ἐν δόγμασιν· ἐν ᾧ δʼ ἄλλοι μᾶλλόν σου πεφροντίκασιν, ἐκείνοις παραχώρει. οἷον εἰ διὰ τὸ δόγματα ἔχειν ὀρθὰ ἠξίους τοξεύων μᾶλλον ἐπιτυγχάνειν τῶν τοξοτῶν ἢ χαλκεύων μᾶλλον τῶν χαλκέων.

ἄφες οὖν τὴν περὶ τὰ δόγματα σπουδὴν καὶ περὶ ἐκεῖνα ἀναστρέφου, ἃ κτήσασθαι θέλεις, καὶ τότε κλαῖε, ἐάν σοι μὴ προχωρῇ· κλαίειν γὰρ ἄξιος εἶ.

νῦν δὲ πρὸς ἄλλοις γίνεσθαι λέγεις, ἄλλων ἐπιμελεῖσθαι, οἱ πολλοὶ δὲ τοῦτο καλῶς λέγουσιν, ὅτι ἔργον ἔργῳ οὐ κοινωνεῖ.

ὁ μὲν ἐξ ὄρθρου ἀναστὰς ζητεῖ, τίνα ἐξ οἴκου ἀσπάσηται, τίνι κεχαρισμένον λόγον εἴπῃ, τίνι δῶρον πέμψῃ, πῶς τῷ ὀρχηστῇ ἀρέσῃ, πῶς κακοηθισάμενος ἄλλον ἄλλῳ χαρίσηται.

ὅταν εὔχηται, περὶ τούτων εὔχεται· ὅταν θύῃ, ἐπὶ τούτοις θύει· τὸ τοῦ Πυθαγόρου

μὴ δʼ ὕπνον μαλακοῖσιν ἐπʼ ὄμμασι προσδέξασθαι
ἐνταῦθα παρατέθεικεν.