Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἀλλὰ σήμερον ὁρμῇ ἐχρησάμην, ὡς παραγγέλλεται ὑπὸ τῶν φιλοσόφων, ὀρέξει οὐκ ἐχρησάμην, ἐκκλίσει πρὸς μόνα τὰ προαιρετικά, οὐ κατεπλάγην τὸν δεῖνα, οὐκ ἐδυσωπήθην ὑπὸ τοῦ δεῖνος, τὸ ἀνεκτικὸν ἐγύμνασα, τὸ ἀφεκτικόν, τὸ συνεργητικόν καὶ οὕτως ἂν ηὐχαριστοῦμεν τῷ θεῷ ἐφʼ οἷς δεῖ εὐχαριστεῖν.

νῦν δʼ ἡμεῖς οὐκ ἴσμεν, ὅτι καὶ αὐτοὶ ἄλλον τρόπον ὅμοιοι τοῖς πολλοῖς γινόμεθα. ἄλλος φοβεῖται, μὴ οὐκ ἄρξῃ· σύ, μὴ ἄρξῃς.

μηδαμῶς, ἄνθρωπε. ἀλλʼ ὡς καταγελᾷς τοῦ φοβουμένου μὴ ἄρξαι, οὕτως καὶ σαυτοῦ καταγέλα. οὐδὲν γὰρ διαφέρει ἢ διψῆν πυρέσσοντα ἢ ὡς λυσσώδη ὑδροφόβον εἶναι.

ἢ πῶς ἔτι δυνήσῃ εἰπεῖν τὸ τοῦ Σωκράτους εἰ ταύτῃ φίλον τῷ θεῷ, ταύτῃ γινέσθω; δοκεῖς, Σωκράτης εἰ ἐπεθύμει ἐν Λυκείῳ ἢ ἐν Ἀκαδημείᾳ σχολάζειν καὶ διαλέγεσθαι καθʼ ἡμέραν τοῖς νέοις, εὐκόλως ἂν ἐστρατεύσατο ὁσάκις ἐστρατεύσατο; οὐχὶ δʼ ὠδύρετʼ ἂν καὶ ἔστενεν τάλας ἐγώ, νῦν ἐνθάδʼ ἀτυχῶ ἄθλιος δυνάμενος ἐν Λυκείῳ ἡλιάζεσθαι;

τοῦτο γάρ σου τὸ ἔργον ἦν, ἡλιάζεσθαι; οὐχὶ δὲ τὸ εὐροεῖν, τὸ ἀκώλυτον εἶναι, τὸ ἀπαραπόδιστον; καὶ πῶς ἂν ἔτι ἦν Σωκράτης, εἰ ταῦτα ὠδύρετο; πῶς ἂν ἔτι ἐν τῇ φυλακῇ παιᾶνας ἔγραφεν;

ἁπλῶς οὖν ἐκείνου μέμνησο, ὅτι, πᾶν ὃ ἔξω τῆς προαιρέσεως τῆς σαυτοῦ τιμήσεις, ἀπώλεσας τὴν προαίρεσιν. ἔξω δʼ ἐστὶν οὐ μόνον ἀρχή, ἀλλὰ καὶ ἀναρχία, οὐ μόνον ἀσχολία, ἀλλὰ καὶ σχολή.

νῦν οὖν ἐμὲ ἐν τῷ θορύβῳ τούτῳ διεξάγειν. τί λέγεις θορύβῳ; ἐν πολλοῖς ἀνθρώποις; καὶ τί χαλεπόν; δόξον ἐν Ὀλυμπίᾳ εἶναι, πανήγυριν αὐτὸν ἥγησαι. κἀκεῖ ἄλλος ἄλλο τι κέκραγεν, ἄλλος ἄλλο τι πράσσει, ἄλλος τῷ ἄλλῳ ἐνσείεται. ἐν τοῖς βαλανείοις ὄχλος· καὶ τίς ἡμῶν οὐ χαίρει τῇ πανηγύρει ταύτῃ καὶ ὀδυνώμενος αὐτῆς ἀπαλλάσσεται;

μὴ γίνου δυσάρεστος μηδὲ κακοστόμαχος πρὸς τὰ γινόμενα. τὸ ὄξος σαπρόν, δριμὺ γάρ· τὸ μέλι σαπρόν, ἀνατρέπει γάρ μου τὴν ἕξιν· λάχανα οὐ θέλω. οὕτως καὶ σχολὴν οὐ θέλω, ἐρημία ἐστίν, ὄχλον οὐ θέλω, θόρυβός ἐστιν.

ἀλλʼ ἂν μὲν οὕτως φέρῃ τὰ πράγματα, ὥστε μόνον ἢ μετʼ ὀλίγων διεξαγαγεῖν, ἡσυχίαν αὐτὸ κάλει καὶ χρῶ τῷ πράγματι, εἰς ὃ δεῖ· λάλει σεαυτῷ, γύμναζε τὰς φαντασίας, ἐξεργάζου τὰς προλήψεις. ἂν δʼ εἰς ὄχλον ἐμπέσῃς, ἀγῶνα αὐτὸ λέγε, πανήγυριν, ἑορτήν, συνεορτάζειν πειρῶ τοῖς ἀνθρώποις.

τί γάρ ἐστιν ἥδιον θέαμα τῷ φιλανθρώπῳ ἢ ἄνθρωποι πολλοί; ἵππων ἀγέλας ἢ βοῶν ἡδέως ὁρῶμεν, πλοῖα πολλὰ ὅταν ἴδωμεν, διαχεόμεθα· ἀνθρώπους πολλοὺς βλέπων τις ἀνιᾶται;

ἀλλὰ κατακραυγάζουσί μου. οὐκοῦν ἡ ἀκοή σου ἐμποδίζεται. τί οὖν πρὸς σέ; μή τι καὶ δύναμις ἡ ταῖς φαντασίαις χρηστική; καὶ τίς σε κωλύει ὀρέξει καὶ ἐκκλίσει χρῆσθαι κατὰ φύσιν, ὁρμῇ καὶ ἀφορμῇ; ποῖος θόρυβος πρὸς τοῦτο ἱκανός;

σὺ μόνον μέμνησο τῶν καθολικῶν· τί ἐμόν, τί οὐκ ἐμόν; τί μοι δίδοται; τί θέλει με ποιεῖν ὁ θεὸς νῦν, τί οὐ θέλει;

πρὸ ὀλίγου χρόνου ἤθελέν σε σχολάζειν, σαυτῷ λαλεῖν, γράφειν περὶ τούτων, ἀναγιγνώσκειν, ἀκούειν, παρασκευάζεσθαι· ἔσχες εἰς τοῦτο ἱκανὸν χρόνον. νῦν σοι λέγει ἐλθὲ ἤδη ἐπὶ τὸν ἀγῶνα, δεῖξον ἡμῖν, τί ἔμαθες, πῶς ἤθλησας. μέχρι τίνος γυμνασθήσῃ μόνος; ἤδη καιρὸς γνῶναί σε, πότερον τῶν ἀξιονίκων εἶ τις ἀθλητῶν ἢ ἐκείνων, οἳ τὴν οἰκουμένην περιέρχονται νικώμενοι.

τί οὖν ἀγανακτεῖς; οὐδεὶς ἀγὼν δίχα θορύβου γίνεται. πολλοὺς δεῖ προγυμναστὰς εἶναι, πολλοὺς τοὺς ἐπικραυγάζοντας, πολλοὺς ἐπιστάτας, πολλοὺς θεατάς.

— ἀλλʼ ἐγὼ ἤθελον ἐφʼ ἡσυχίας διάγειν. — οἴμωζε τοίνυν καὶ στένε, ὥσπερ ἄξιος εἶ. τίς γὰρ ἄλλη μείζων ταύτης ζημία τῷ ἀπαιδεύτῳ καὶ ἀπειθοῦντι τοῖς θείοις διατάγμασιν ἢ τὸ λυπεῖσθαι, τὸ πενθεῖν, τὸ φθονεῖν, ἁπλῶς τὸ ἀτυχεῖν καὶ δυστυχεῖν; τούτων οὐ θέλεις ἀπαλλάξαι σεαυτόν;

καὶ πῶς ἀπαλλάξω;

— οὐ πολλάκις ἤκουσας, ὅτι ὄρεξιν ἆραί σε δεῖ παντελῶς, τὴν ἔκκλισιν ἐπὶ μόνα τρέψαι τὰ προαιρετικά, ἀφεῖναί σε δεῖ πάντα, τὸ σῶμα, τὴν κτῆσιν, τὴν φήμην, τὰ βιβλία, θόρυβον, ἀρχάς, ἀναρχίαν; ὅπου γὰρ ἂν κλίνῃς, ἐδούλευσας, ὑπετάγης, κωλυτὸς ἐγένου, ἀναγκαστός, ὅλος ἐπʼ ἄλλοις.

ἀλλὰ τὸ Κλεάνθους πρόχειρον ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ Πεπρωμένη. θέλετʼ εἰς Ῥώμην; εἰς Ῥώμην. εἰς Γύαρα; εἰς Γύαρα. εἰς Ἀθήνας; εἰς Ἀθήνας. εἰς φυλακήν; εἰς φυλακήν.