Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

οἷον εἰ ἐπὶ τοῦ συγκαταθετικοῦ τόπου παρισταμένων φαντασιῶν τῶν μὲν καταληπτικῶν, τῶν δʼ ἀκαταλήπτων μὴ ταύτας διακρίνειν θέλοιμεν, ἀλλʼ ἀναγιγνώσκειν τὰ Περὶ καταλήψεως.

τί οὖν τὸ αἴτιον; ὅτι οὐδέποτε τούτου ἕνεκα ἀνέγνωμεν, οὐδέποτε τούτου ἕνεκα ἐγράψαμεν, ἵνʼ ἐπὶ τῶν ἔργων κατὰ φύσιν χρώμεθα ταῖς προσπιπτούσαις φαντασίαις, ἀλλʼ αὐτοῦ καταλήγομεν μαθεῖν, τί λέγεται, καὶ ἄλλῳ δύνασθαι ἐξηγήσασθαι, τὸν συλλογισμὸν ἀναλῦσαι καὶ τὸν ὑποθετικὸν ἐφοδεῦσαι.

διὰ τοῦτο ὅπου ἡ σπουδή, ἐκεῖ καὶ ὁ ἐμποδισμός. θέλεις τὰ μὴ ἐπὶ σοὶ ἐξ ἅπαντος; κωλύου τοίνυν, ἐμποδίζου, ἀποτύγχανε.

εἰ δὲ τὰ Περὶ ὁρμῆς τούτου ἕνεκα ἀναγιγνώσκοιμεν, οὐχ ἵνα ἴδωμεν, τί λέγεται περὶ ὁρμῆς, ἀλλʼ ἵνα ὁρμῶμεν· τὰ Περὶ ὀρέξεως δὲ καὶ ἐκκλίσεως, ἵνα μήποτʼ ὀρεγόμενοι ἀποτυγχάνωμεν μήτʼ ἐκκλίνοντες περιπίπτωμεν· τὰ Περὶ καθήκοντος δʼ, ἵνα μεμνημένοι τῶν σχέσεων μηδὲν ἀλογίστως μηδὲ παρʼ αὐτὰ ποιῶμεν·

οὐκ ἂν ἠγανακτοῦμεν πρὸς τὰ ἀναγνώσματα ἐμποδιζόμενοι, ἀλλὰ τῷ τὰ ἔργα ἀποδιδόναι τὰ καταάλληλα ἠρκούμεθα καὶ ἠριθμοῦμεν ἂν οὐ ταῦτα, ἃ μέχρι νῦν ἀριθμεῖν εἰθίσμεθα σήμερον ἀνέγνων στίχους τοσούσδε, ἔγραψα τοσούσδε,

ἀλλὰ σήμερον ὁρμῇ ἐχρησάμην, ὡς παραγγέλλεται ὑπὸ τῶν φιλοσόφων, ὀρέξει οὐκ ἐχρησάμην, ἐκκλίσει πρὸς μόνα τὰ προαιρετικά, οὐ κατεπλάγην τὸν δεῖνα, οὐκ ἐδυσωπήθην ὑπὸ τοῦ δεῖνος, τὸ ἀνεκτικὸν ἐγύμνασα, τὸ ἀφεκτικόν, τὸ συνεργητικόν καὶ οὕτως ἂν ηὐχαριστοῦμεν τῷ θεῷ ἐφʼ οἷς δεῖ εὐχαριστεῖν.

νῦν δʼ ἡμεῖς οὐκ ἴσμεν, ὅτι καὶ αὐτοὶ ἄλλον τρόπον ὅμοιοι τοῖς πολλοῖς γινόμεθα. ἄλλος φοβεῖται, μὴ οὐκ ἄρξῃ· σύ, μὴ ἄρξῃς.

μηδαμῶς, ἄνθρωπε. ἀλλʼ ὡς καταγελᾷς τοῦ φοβουμένου μὴ ἄρξαι, οὕτως καὶ σαυτοῦ καταγέλα. οὐδὲν γὰρ διαφέρει ἢ διψῆν πυρέσσοντα ἢ ὡς λυσσώδη ὑδροφόβον εἶναι.

ἢ πῶς ἔτι δυνήσῃ εἰπεῖν τὸ τοῦ Σωκράτους εἰ ταύτῃ φίλον τῷ θεῷ, ταύτῃ γινέσθω; δοκεῖς, Σωκράτης εἰ ἐπεθύμει ἐν Λυκείῳ ἢ ἐν Ἀκαδημείᾳ σχολάζειν καὶ διαλέγεσθαι καθʼ ἡμέραν τοῖς νέοις, εὐκόλως ἂν ἐστρατεύσατο ὁσάκις ἐστρατεύσατο; οὐχὶ δʼ ὠδύρετʼ ἂν καὶ ἔστενεν τάλας ἐγώ, νῦν ἐνθάδʼ ἀτυχῶ ἄθλιος δυνάμενος ἐν Λυκείῳ ἡλιάζεσθαι;

τοῦτο γάρ σου τὸ ἔργον ἦν, ἡλιάζεσθαι; οὐχὶ δὲ τὸ εὐροεῖν, τὸ ἀκώλυτον εἶναι, τὸ ἀπαραπόδιστον; καὶ πῶς ἂν ἔτι ἦν Σωκράτης, εἰ ταῦτα ὠδύρετο; πῶς ἂν ἔτι ἐν τῇ φυλακῇ παιᾶνας ἔγραφεν;

ἁπλῶς οὖν ἐκείνου μέμνησο, ὅτι, πᾶν ὃ ἔξω τῆς προαιρέσεως τῆς σαυτοῦ τιμήσεις, ἀπώλεσας τὴν προαίρεσιν. ἔξω δʼ ἐστὶν οὐ μόνον ἀρχή, ἀλλὰ καὶ ἀναρχία, οὐ μόνον ἀσχολία, ἀλλὰ καὶ σχολή.

νῦν οὖν ἐμὲ ἐν τῷ θορύβῳ τούτῳ διεξάγειν. τί λέγεις θορύβῳ; ἐν πολλοῖς ἀνθρώποις; καὶ τί χαλεπόν; δόξον ἐν Ὀλυμπίᾳ εἶναι, πανήγυριν αὐτὸν ἥγησαι. κἀκεῖ ἄλλος ἄλλο τι κέκραγεν, ἄλλος ἄλλο τι πράσσει, ἄλλος τῷ ἄλλῳ ἐνσείεται. ἐν τοῖς βαλανείοις ὄχλος· καὶ τίς ἡμῶν οὐ χαίρει τῇ πανηγύρει ταύτῃ καὶ ὀδυνώμενος αὐτῆς ἀπαλλάσσεται;