Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τούτῳ τῷ τόπῳ πρὸ πάντων σε δεῖ προσέχειν, μή ποτε ἄρα τῶν προτέρων συνήθων ἢ φίλων ἀνακραθῇς τινι οὕτως, ὥστʼ εἰς τὰ αὐτὰ συγκαταβῆναι αὐτῷ· εἰ δὲ μή, ἀπολεῖς σεαυτόν.

ἂν δέ σʼ ὑποτρέχῃ ὅτι ἀδέξιος αὐτῷ φανοῦμαι καὶ οὐχ ὁμοίως ἕξει ὡς πρότερον, μέμνησο, ὅτι προῖκα οὐδὲν γίνεται οὐδʼ ἔστι δυνατὸν μὴ τὰ αὐτὰ ποιοῦντα μὴ τὸν αὐτὸν εἶναι τῷ ποτέ.

ἐλοῦ οὖν πότερον θέλεις, ὁμοίως φιλεῖσθαι ὑφʼ ὧν πρότερον ὅμοιος ὢν τῷ πρότερον σεαυτῷ ἢ κρείσσων ὢν μὴ τυγχάνειν τῶν ἴσων.

εἰ γὰρ τοῦτο κρεῖσσον, αὐτόθεν ἀπόνευσον ἐπὶ τοῦτο μηδέ σε περισπάτωσαν οἱ ἕτεροι διαλογισμοί. οὐδεὶς γὰρ ἐπαμφοτερίζων δύναται προκόψαι, ἀλλʼ εἰ τοῦτο πάντων προκέκρικας, εἰ πρὸς τούτῳ μόνῳ θέλεις εἶναι, εἰ τοῦτο ἐκπονῆσαι, ἄφες ἅπαντα τἆλλα·

εἰ δὲ μή, οὗτος ὁ ἐπαμφοτερισμὸς ἑκάτερόν σοι ποιήσει, οὔτε προκόψεις κατʼ ἀξίαν οὔτʼ ἐκείνων τεύξῃ, ὧν πρότερον ἐτύγχανες.

πρότερον γὰρ εἰλικρινῶς ἐφιέμενος τῶν οὐδενὸς ἀξίων ἡδὺς ἦς τοῖς συνοῦσιν.

οὐ δύνασαι δʼ ἐν ἀμφοτέρῳ τῷ εἴδει διενεγκεῖν· ἀλλʼ ἀνάγκη, καθόσον ἂν τοῦ ἑτέρου κοινωνῇς, ἀπολείπεσθαί σʼ ἐν θατέρῳ. οὐ δύνασαι μὴ πίνων μεθʼ ὧν ἔπινες ὁμοίως ἡδὺς αὐτοῖς φαίνεσθαι· ἑλοῦ οὖν, πότερον μεθυστὴς εἶναι θέλεις καὶ ἡδὺς ἐκείνοις ἢ νήφων ἀηδής. οὐ δύνασαι μὴ ᾁδων μεθʼ ὧν ᾖδες ὁμοίως φιλεῖσθαι ὑπʼ αὐτῶν· ἑλοῦ οὖν καὶ ἐνταῦθα, πότερον θέλεις.

εἰ γὰρ κρεῖσσον τὸ αἰδήμονα εἶναι καὶ κόσμιον τοῦ εἰπεῖν τινα ἡδὺς ἄνθρωπος, ἄφες τὰ ἕτερα, ἀπόγνωθι, ἀποστράφηθι, μηδὲν σοὶ καὶ αὐτοῖς.

εἰ δὲ μὴ ἀρέσει ταῦτα, ὅλος ἀπόκλινον ἐπὶ τἀναντία· γενοῦ εἷς τῶν κιναίδων, εἷς τῶν μοιχῶν καὶ ποίει τὰ ἑξῆς καὶ τεύξῃ ὧν θέλεις. καὶ ἀναπηδῶν ἐπικραύγαζε τῷ ὀρχηστῇ.

διάφορα δʼ οὕτως πρόσωπα οὐ μίγνυται· οὐ δύνασαι καὶ Θερσίτην ὑποκρίνασθαι καὶ Ἀγαμέμνονα. ἂν Θερσίτης εἶναι θέλῃς, κυρτόν σε εἶναι δεῖ, φαλακρόν· ἂν Ἀγαμέμνων, μέγαν καὶ καλὸν καὶ τοὺς ὑποτεταγμένους φιλοῦντα.

ἐκεῖνο πρόχειρον ἔχε, ὅταν τινὸς ἀπολείπῃ τῶν ἐκτός, τί ἀντʼ αὐτοῦ περιποιῇ· κἂν ᾖ πλείονος ἄξιον, μηδέποτʼ εἴπῃς ὅτι ἐζημίωμαι·

οὐδʼ ἂν ἀντὶ ὄνου ἵππον, οὐδʼ ἀντὶ προβάτου βοῦν, οὐδʼ ἀντὶ κέρματος πρᾶξιν καλήν, οὐδʼ ἀντὶ ψυχρολογίας ἡσυχίαν οἵαν δεῖ, οὐδʼ ἀντὶ αἰσχρολογίας αἰδῶ.

τούτων μεμνημένος πανταχοῦ διασώσεις τὸ σαυτοῦ πρόσωπον οἷον ἔχειν σε δεῖ. εἰ δὲ μή, σκόπει, ὅτι ἀπόλλυνται οἱ χρόνοι εἰκῇ καὶ ὅσα νῦν προσέχεις σεαυτῷ, μέλλεις ἐκχεῖν ἅπαντα ταῦτα καὶ ἀνατρέπειν.

ὀλίγου δὲ χρεία ἐστὶ πρὸς τὴν ἀπώλειαν τὴν πάντων καὶ ἀνατροπήν, μικρᾶς ἀποστροφῆς τοῦ λόγου.

ἵνα ὁ κυβερνήτης ἀνατρέψῃ τὸ πλοῖον, οὐ χρείαν ἔχει τῆς αὐτῆς παρασκευῆς, ὅσης εἰς τὸ σῶσαι· ἀλλὰ μικρὸν πρὸς τὸν ἄνεμον ἂν ἐπιστρέψῃ, ἀπώλετο· κἂν μὴ αὐτὸς ἑκών, ὑποπαρενθυμηθῇ δʼ, ἀπώλετο.

τοιοῦτόν ἐστί τι καὶ ἐνθάδε· μικρὸν ἂν ἀπονυστάξῃς, ἀπῆλθεν πάντα τὰ μέχρι νῦν συνειλεγμένα. πρόσεχε οὖν ταῖς φαντασίαις, ἐπαγρύπνει.

οὐ γὰρ μικρὸν τὸ τηρούμενον, ἀλλʼ αἰδὼς καὶ πίστις καὶ εὐστάθεια, ἀπάθεια, ἀλυπία, ἀφοβία, ἀταραξία, ἁπλῶς ἐλευθερία.