Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἀμφισβητοῦσί τινες, εἰ ἐν τῇ φύσει τοῦ ἀνθρώπου περιέχεται τὸ κοινωνικόν· ὅμως δʼ αὐτοὶ οὗτοι οὐκ ἄν μοι δοκοῦσιν ἀμφισβητῆσαι, ὅτι τό γε καθάριον πάντως περιέχεται καὶ εἴ τινι ἄλλῳ καὶ τούτῳ τῶν ζῴων χωρίζεται.

ὅταν οὖν ἄλλο τι ζῷον ἴδωμεν ἀποκαθαῖρον ἑαυτό, ἐπιλέγειν εἰώθαμεν θαυμάζοντες ὅτι ὡς ἄνθρωπος. καὶ πάλιν ἄν τις ἐγκαλῇ τινι ζῴῳ, εὐθὺς εἰώθαμεν ὥσπερ ἀπολογούμενοι λέγειν ὅτι οὐ δήπου ἄνθρωπός ἐστιν.

οὕτως ἐξαίρετόν τι περὶ τὸν ἄνθρωπον εἶναι οἰόμεθα ἀπὸ τῶν θεῶν αὐτὸ πρῶτον λαμβάνοντες. ἐπεὶ γὰρ ἐκεῖνοι φύσει καθαροὶ καὶ ἀκήρατοι, ἐφʼ ὅσον ἠγγίκασιν αὐτοῖς οἱ ἄνθρωποι κατὰ τὸν λόγον, ἐπὶ τοσοῦτον καὶ τοῦ καθαροῦ καὶ τοῦ καθαρίου εἰσὶν ἀνθεκτικοί.

ἐπεὶ δʼ ἀμήχανον τὴν οὐσίαν αὐτῶν παντάπασιν εἶναι καθαρὰν ἐκ τοιαύτης ὕλης κεκραμένην, ὁ λόγος παραληφθεὶς εἰς τὸ ἐνδεχόμενον ταύτην καθάριον ἀποτελεῖν πειρᾶται.

πρώτη οὖν καὶ ἀνωτάτω καθαρότης ἡ ἐν ψυχῇ γενομένη καὶ ὁμοίως ἀκαθαρσία. ψυχῆς δʼ ὡς σώματος μὲν ἀκαθαρσίαν οὐκ ἂν εὕροις, ὡς ψυχῆς δὲ τί ἂν ἄλλο εὕροις ἢ τὸ παρέχον αὐτὴν ῥυπαρὰν πρὸς τὰ ἔργα τὰ αὑτῆς;

ἔργα δὲ ψυχῆς ὁρμᾶν, ἀφορμᾶν, ὀρέγεσθαι, ἐκκλίνειν, παρασκευάζεσθαι, ἐπιβάλλεσθαι, συγκατατίθεσθαι.

τί ποτʼ οὖν ἐστι τὸ ἐν τούτοις τοῖς ἔργοις ῥυπαρὰν παρέχον αὐτὴν καὶ ἀκάθαρτον; οὐδὲν ἄλλο ἢ τὰ μοχθηρὰ κρίματα αὐτῆς.

ὥστε ψυχῆς μὲν ἀκαθαρσία δόγματα πονηρά, κάθαρσις δʼ ἐμποίησις οἵων δεῖ δογμάτων. καθαρὰ δʼ ἡ ἔχουσα οἷα δεῖ δόγματα· μόνη γὰρ αὕτη ἐν τοῖς ἔργοις τοῖς αὑτῆς ἀσύγχυτος καὶ ἀμόλυντος.

δεῖ δέ τι ἐοικὸς τούτῳ καὶ ἐπὶ σώματος φιλοτεχνεῖν κατὰ τὸ ἐνδεχόμενον. ἀμήχανον ἦν μύξας μὴ ῥεῖν τοῦ ἀνθρώπου τοιοῦτον ἔχοντος τὸ σύγκραμα· διὰ τοῦτο χεῖρας ἐποίησεν ἡ φύσις καὶ αὐτὰς τὰς ῥῖνας ὡς σωλῆνας πρὸς τὸ ἐκδιδόναι τὰ ὑγρά. ἂν οὖν ἀναρροφῇ τις αὐτάς, λέγω ὅτι οὐ ποιεῖ ἔργον ἀνθρωπικόν.

ἀμήχανον ἦν μὴ πηλοῦσθαι τοὺς πόδας μηδὲ ὅλως μολύνεσθαι διὰ τοιούτων τινῶν πορευομένους· διὰ τοῦτο ὕδωρ παρεσκεύασεν, διὰ τοῦτο χεῖρας.

ἀμήχανον ἦν ἀπὸ τοῦ τρώγειν μὴ ῥυπαρόν τι προσμένειν τοῖς ὀδοῦσι· διὰ τοῦτο πλῦνον, φησίν, τοὺς ὀδόντας. διὰ τί; ἵνʼ ἄνθρωπος ᾖς καὶ μὴ θηρίον μηδὲ συίδιον.

ἀμήχανον μὴ ἀπὸ τοῦ ἱδρῶτος καὶ τῆς κατὰ τὴν ἐσθῆτα συνοχῆς ὑπολείπεσθαί τι περὶ τὸ σῶμα ῥυπαρὸν καὶ δεόμενον ἀποκαθάρσεως· διὰ τοῦτο ὕδωρ, ἔλαιον, χεῖρες, ὀθόνιον, ξύστρα, νίτρον, ἔσθʼ ὅθʼ ἡ ἄλλη πᾶσα παρασκευὴ πρὸς τὸ καθῆραι αὐτό.

οὔ· ἀλλʼ ὁ μὲν χαλκεὺς ὡς χαλκεὺς ἐξιώσει τὸ σιδήριον καὶ ὄργανα πρὸς τοῦτο ἕξει κατεσκευασμένα καὶ τὸ πινάκιον αὐτὸς σὺ πλυνεῖς, ὅταν μέλλῃς ἐσθίειν, ἐὰν μὴ ᾖς παντελῶς ἀκάθαρτος καὶ ῥυπαρός· τὸ σωμάτιον δʼ οὐ πλυνεῖς οὐδὲ καθαρὸν ποιήσεις;

— διὰ τί; φησίν. — πάλιν ἐρῶ σοι· πρῶτον μὲν ἵνα τὰ ἀνθρώπου ποιῇς, εἶτα ἵνα μὴ ἀνιᾷς τοὺς ἐντυγχάνοντας.

τοιοῦτόν τι καὶ ἐνθάδε ποιεῖς καὶ οὐκ αἰσθάνῃ. σαυτὸν ἄξιον ἡγῇ τοῦ ὄζειν· ἔστω, ἴσθι ἄξιος. μή τι καὶ τοὺς παρακαθίζοντας, μή τι καὶ τοὺς συγκατακλινομένους, μή τι καὶ τοὺς καταφιλοῦντας;

ἢ ἄπελθʼ εἰς ἐρημίαν πού ποτε, ἧς ἄξιος εἶ, καὶ μόνος δίαγε κατόζων σεαυτοῦ. δίκαιον γάρ ἐστι τῆς σῆς ἀκαθαρσίας σὲ μόνον ἀπολαύειν. ἐν πόλει δʼ ὄντα οὕτως ἀπερισκέπτως καὶ ἀγνωμόνως ἀναστρέφεσθαι τίνος σοι φαίνεται;

εἰ δʼ ἵππον σοι πεπιστεύκει ἡ φύσις, περιεώρας αὐτὸν καὶ ἀτημέλητον; καὶ νῦν οἴου σου τὸ σῶμα ὡς ἵππον ἐγκεχειρίσθαι· πλῦνον αὐτό, ἀπόσμηξον, ποίησον, ἵνα σε μηδεὶς ἀποστρέφηται, μηδεὶς ἐκτρέπηται.

τίς δʼ οὐκ ἐκτρέπεται ῥυπαρὸν ἄνθρωπον, ὄζοντα, κακόχρουν μᾶλλον ἢ τὸν κεκοπρωμένον; ἐκείνη ἡ ὀσμὴ ἔξωθέν ἐστιν ἐπίθετος, ἡ δʼ ἐξ ἀθεραπευσίας ἔσωθεν καὶ οἱονεὶ διασεσηπότος.

ἀλλὰ Σωκράτης ὀλιγάκις ἐλούετο.— ἀλλὰ ἔστιλβεν αὐτοῦ τὸ σῶμα, ἀλλʼ ἦν οὕτως ἐπίχαρι καὶ ἡδύ, ὥστʼ ἤρων αὐτοῦ οἱ ὡραιότατοι καὶ εὐγενέστατοι καὶ ἐπεθύμουν ἐκείνῳ παρακατακλίνεσθαι μᾶλλον ἢ τοῖς εὐμορφοτάτοις. ἐξῆν ἐκείνῳ μήτε λούεσθαι μήτε πλύνεσθαι, εἰ ἤθελεν· καίτοι καὶ τὸ ὀλιγάκις ἰσχὺν εἶχεν. κἂν θερμῷ μὴ θέλῃς, ψυχρῷ.

— ἀλλὰ λέγει Ἀριστοφάνης

τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγω. —
Λέγει γὰρ καὶ ἀεροβατεῖν αὐτὸν καὶ ἐκ τῆς παλαίστρας κλέπτειν τὰ ἱμάτια.