Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

εἰ δὲ μὴ δύναμαι τὰ τηλικαῦτα ποιῶν εὑρεθῆναι, ἐκεῖνό γε τὸ ἀκώλυτον, τὸ διδόμενον, ἐμαυτὸν ἐπανορθῶν, ἐξεργαζόμενος τὴν δύναμιν τὴν χρηστικὴν τῶν φαντασιῶν, ἀπάθειαν ἐκπονῶν, ταῖς σχέσεσι τὰ οἰκεῖα ἀποδιδούς· εἰ οὕτως εὐτυχής εἰμι, καὶ τοῦ τρίτου τόπου παραπτόμενος, τοῦ περὶ τὴν τῶν κριμάτων ἀσφάλειαν.

ἂν μετὰ τούτων με ὁ θάνατος καταλάβῃ, ἀρκεῖ μοι ἂν δύνωμαι πρὸς τὸν θεὸν ἀνατεῖναι τὰς χεῖρας, εἰπεῖν ὅτι ἃς ἔλαβον ἀφορμὰς παρὰ σοῦ πρὸς τὸ αἰσθέσθαι σου τῆς διοικήσεως καὶ ἀκολουθῆσαι αὐτῇ, τούτων οὐκ ἠμέλησα· οὐ κατῄσχυνά σε τὸ ἐμὸν μέρος.

ἰδοῦ, πῶς κέχρημαι ταῖς αἰσθήσεσιν, ἰδοῦ, πῶς ταῖς προλήψεσιν. μή ποτέ σε ἐμεμψάμην, μή τι τῶν γινομένων τινὶ δυσηρέστησα ἢ ἄλλως γενέσθαι ἠθέλησα, μή τι τὰς σχέσεις παρέβηναι;

ὅ με σὺ ἐγέννησας, χάριν ἔχω, ὧν ἔδωκας· ἐφʼ ὅσον ἐχρησάμην τοῖς σοῖς, ἀρκεῖ μοι. πάλιν αὐτὰ ἀπόλαβε καὶ κατάταξον εἰς ἣν θέλεις χώραν. σὰ γὰρ ἦν πάντα, σύ μοι αὐτὰ δέδωκας.

οὐκ ἀρκεῖ οὕτως ἔχοντα ἐξελθεῖν; καὶ τίς βίων κρείττων ἢ εὐσχημονέστερος τοῦ οὕτως ἔχοντος, ποία δὲ καταστροφὴ εὐδαιμονεστέρα;

ἵνα δὲ ταῦτα γένηται, οὐ μικρὰ δέξασθαι οὐδὲ μικρῶν ἀποτυχεῖν. οὐ δύνασαι καὶ ὑπατεῦσαι θέλειν καὶ ταῦτα καὶ ἀγροὺς ἔχειν ἐσπουδακέναι καὶ ταῦτα καὶ τῶν δουλαρίων φροντίζειν καὶ σεαυτοῦ.

ἀλλʼ ἄν τι τῶν ἀλλοτρίων θέλῃς, τὰ σὰ ἀπώλετο. αὕτη τοῦ πράγματος ἡ φύσις· προῖκα οὐδὲν γίνεται.

καὶ τί θαυμαστόν; ἂν ὑπατεῦσαι θέλῃς, ἀγρυπνῆσαί σε δεῖ, περιδραμεῖν, τὰς χεῖρας καταφιλῆσαι, πρὸς ταῖς ἀλλοτρίαις θύραις κατασαπῆναι, πολλὰ μὲν εἰπεῖν, πολλὰ δὲ πρᾶξαι ἀνελεύθερα, δῶρα πέμψαι πολλοῖς, ξένια καθʼ ἡμέραν ἐνίοις· καὶ τί τὸ γινόμενόν ἐστιν;

δώδεκα δεσμὰ ῥάβδων καὶ τρὶς ἢ τετράκις ἐπὶ βῆμα καθίσαι καὶ κιρκήσια δοῦναι καὶ σπυρίσιν δειπνίσαι. ἢ δειξάτω μοί τις, τί ἐστι παρὰ ταῦτα.

ὑπὲρ ἀπαθείας οὖν, ὑπὲρ ἀταραξίας, ὑπὲρ τοῦ καθεύδοντα καθεύδειν, ἐγρηγορότα ἐγρηγορέναι, μὴ φοβεῖσθαι μηδέν, μὴ ἀγωνιᾶν ὑπὲρ μηδενὸς οὐδὲν ἀναλῶσαι θέλεις, οὐδὲν πονῆσαι;

ἀλλʼ ἄν τι ἀπόληταί σου περὶ ταῦτα γινομένου ἢ ἀναλωθῇ κακῶς ἢ ἄλλος τύχῃ ὧν ἔδει σε τυχεῖν, εὐθὺς μὴ δηχθήσῃ ἐπὶ τῷ γενομένῳ;

οὐκ ἀντιθήσεις, τί ἀντὶ τίνος λαμβάνεις, πόσον ἀντὶ πόσου; ἀλλὰ προῖκα θέλεις τὰ τηλικαῦτα λαβεῖν; καὶ πῶς δύνασαι;

ἔργον ἔργῳ. οὐ δύνασαι καὶ τὰ ἐκτὸς ἔχειν ἐπιμελείας τετυχηκότα καὶ τὸ σαυτοῦ ἡγεμονικόν. εἰ δʼ ἐκεῖνα θέλεις, τοῦτο ἄφες· εἰ δὲ μή, οὔτε τοῦτο ἕξεις οὔτʼ ἐκεῖνα, περισπώμενος ἐπʼ ἀμφότερα. εἰ τοῦτο θέλεις, ἐκεῖνά σε ἀφεῖναι δεῖ.

ἐκχεθήσεται τὸ ἔλαιον, ἀπολεῖται τὰ σκευάρια, ἀλλʼ ἐγὼ ἀπαθὴς ἔσομαι. ἐμπρησμὸς ἔσται ἐμοῦ μὴ παρόντος καὶ ἀπολεῖται τὰ βιβλία, ἀλλʼ ἐγὼ χρήσομαι ταῖς φαντασίαις κατὰ φύσιν. ἀλλʼ οὐχ ἕξω φαγεῖν.

εἰ οὕτως τάλας εἰμί, λιμὴν τὸ ἀποθανεῖν. οὗτος δʼ ἐστὶν ὁ λιμὴν πάντων, ὁ θάνατος, αὕτη ἡ καταφυγή. διὰ τοῦτο οὐδὲν τῶν ἐν τῷ βίῳ χαλεπόν ἐστιν.

ὅταν θέλῃς, ἐξῆλθες καὶ οὐ καπνίζῃ. τί οὖν ἀγωνιᾷς, τί ἀγρυπνεῖς; οὐχὶ δὲ εὐθὺς ἀναλογισάμενος, ποῦ σου τὸ ἀγαθόν ἐστι καὶ τὸ κακόν, λέγεις ὅτι ἐπʼ ἐμοὶ ἀμφότερα· οὔτε τούτου τις ἀφελέσθαι με δύναται οὔτʼ ἐκείνῳ ἄκοντα περιβαλεῖν.

τί οὖν οὐ ῥέγχω βαλών; τὰ ἐμὰ ἀσφαλῶς ἔχει· τὰ ἀλλότρια ὄψεται αὐτὰ ὃς ἂν φέρῃ, ὡς ἂν διδῶται παρὰ τοῦ ἔχοντος ἐξουσίαν.

τίς εἰμι ὁ θέλων αὐτὰ οὕτως ἔχειν ἢ οὕτως; μὴ γάρ μοι δέδοται ἐκλογὴ αὐτῶν; μὴ γὰρ ἐμέ τις αὐτῶν διοικητὴν πεποίηκεν; ἀρκεῖ μοι ὧν ἔχω ἐξουσίαν. ταῦτά με δεῖ κάλλιστα παρασκευάσαι, τὰ δʼ ἄλλα ὡς ἂν θέλῃ ὁ ἐκείνων κύριος.

ταῦτά τις ἔχων πρὸ ὀφθαλμῶν ἀγρυπνεῖ, καὶ στρέφεται ἔνθα καὶ ἔνθα; τί θέλων ἢ τί ποθῶν; Πάτροκλον ἢ Ἀντίλοχον ἢ Μενέλαον; πότε γὰρ ἡγήσατο ἀθάνατόν τινα τῶν φίλων; πότε γὰρ οὐκ εἶχεν πρὸ ὀφθαλμῶν, ὅτι αὔριον ἢ εἰς τρίτην δεῖ ἢ αὐτὸν ἀποθανεῖν ἢ ἐκεῖνον;

ναί, φησίν, ἀλλʼ ᾤμην, ὅτι ἐκεῖνος ἐπιβιώσεταί μοι καὶ αὐξήσει μου τὸν υἱόν. μωρὸς γὰρ ἦς καὶ τὰ ἄδηλα ᾤου. τί οὖν οὐκ ἐγκαλεῖς σεαυτῷ, ἀλλὰ κλαίων κάθησαι ὡς τὰ κοράσια;