Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἂν οὖν μηδὲν τούτων ποιῇ, μήπω εἴπῃς ἐλεύθερον, ἀλλὰ τὰ δόγματα αὐτοῦ κατάμαθε, μή τι ἀναγκαστά, μή τι κωλυτικά, μή τι δυσροητικά· κἂν εὕρῃς τοιοῦτον, λέγε δοῦλον ἀνοχὰς ἔχοντα ἐν Σατουρναλίοις· λέγε, ὅτι ὁ κύριος αὐτοῦ ἀποδημεῖ· εἶθʼ ἥξει καὶ γνώσῃ οἷα πάσχει.

— τίς ἥξει; — πᾶς ὃς ἂν ἐξουσίαν ἔχῃ τῶν ὑπʼ αὐτοῦ τινος θελομένων πρὸς τὸ περιποιῆσαι ταῦτα ἢ ἀφελέσθαι. — οὕτως οὖν πολλοὺς κυρίους ἔχομεν; — οὕτως. τὰ γὰρ πράγματα προτέρους τούτων κυρίους ἔχομεν· ἐκεῖνα δὲ πολλά ἐστιν. διὰ ταῦτα ἀνάγκη καὶ τοὺς τούτων τινὸς ἔχοντας ἐξουσίαν κυρίους εἶναι·

ἐπεί τοι οὐδεὶς αὐτὸν τὸν Καίσαρα φοβεῖται, ἀλλὰ θάνατον, φυγήν, ἀφαίρεσιν τῶν ὄντων, φυλακήν, ἀτιμίαν. οὐδὲ φιλεῖ τις τὸν Καίσαρα, ἂν μή τι ᾖ πολλοῦ ἄξιος, ἀλλὰ πλοῦτον φιλοῦμεν, δημαρχίαν, στρατηγίαν, ὑπατείαν. ὅταν ταῦτα φιλῶμεν καὶ μισῶμεν καὶ φοβώμεθα, ἀνάγκη τοὺς ἐξουσίαν αὐτῶν ἔχοντας κυρίους ἡμῶν εἶναι. διὰ τοῦτο καὶ ὡς θεοὺς αὐτοὺς προσκυνοῦμεν·

ἐννοοῦμεν γάρ, ὅτι τὸ ἔχον ἐξουσίαν τῆς μεγίστης ὠφελείας θεῖόν ἐστιν, εἶθʼ ὑποτάσσομεν κακῶς οὗτος δʼ ἔχει τῆς μεγίστης ὠφελείας· θεῖόν ἐστιν. εἶθʼ ὑποτάσσομεν κακῶς, οὗτος δʼ ἔχει τῆς μεγίστης ὠφελείας ἐξουσίαν. ἀνάγκη καὶ τὸ γενόμενον ἐξ αὐτῶν ἐπενεχθῆναι κακῶς.

τί οὖν ἐστι τὸ ποιοῦν ἀκώλυτον τὸν ἄνθρωπον καὶ αὐτεξούσιον; πλοῦτος γὰρ οὐ ποιεῖ οὐδʼ ὑπατεία οὐδʼ ἐπαρχία οὐδὲ βασιλεία, ἀλλὰ δεῖ τι ἄλλο εὑρεθῆναι.

τί οὖν ἐστι τὸ ἐν τῷ γράφειν ἀκώλυτον ποιοῦν καὶ ἀπαραπόδιστον; — ἡ ἐπιστήμη τοῦ γράφειν. — τί δʼ ἐν τῷ κιθαρίζειν; — ἡ ἐπιστήμη τοῦ κιθαρίζειν. — οὐκοῦν καὶ ἐν τῷ βιοῦν ἡ ἐπιστήμη τοῦ βιοῦν.

ὡς μὲν οὖν ἁπλῶς, ἀκήκοας· σκέψαι δʼ αὐτὸ καὶ ἐκ τῶν ἐπὶ μέρους. τὸν ἐφιέμενόν τινος τῶν ἐπʼ ἄλλοις ὄντων ἐνδέχεται ἀκώλυτον εἶναι; — οὔ. — ἐνδέχεται ἀπαραπόδιστον;

— οὔ. — οὐκοῦν οὐδʼ ἐλεύθερον. ὅρα οὖν· πότερον οὐδὲν ἔχομεν, ὃ ἐφʼ ἡμῖν μόνοις ἐστίν, ἢ πάντα ἢ τὰ μὲν ἐφʼ ἡμῖν ἐστιν, τὰ δʼ ἐπʼ ἄλλοις;

— πῶς λέγεις; — τὸ σῶμα ὅταν θέλῃς ὁλόκληρον εἶναι, ἐπὶ σοί ἐστιν ἢ οὔ; — οὐκ ἐπʼ ἐμοί. — ὅταν δʼ ὑγιαίνειν; — οὐδὲ τοῦτο. — ὅταν δὲ καλὸν εἶναι; — οὐδὲ τοῦτο. — ζῆν δὲ καὶ ἀποθανεῖν; — οὐδὲ τοῦτο. — οὐκοῦν τὸ μὲν σῶμα ἀλλότριον, ὑπεύθυνον παντὸς τοῦ ἰσχυροτέρου.

— ἔστω. — τὸν ἀγρὸν δʼ ἐπὶ σοί ἐστιν ἔχειν, ὅταν θέλῃς καὶ ἐφʼ ὅσον θέλεις καὶ οἷον θέλεις; — οὔ. — τὰ δὲ δουλάρια; — οὔ. — τὰ δʼ ἱμάτια; — οὔ. — τὸ δὲ οἰκίδιον; — οὔ. — τοὺς δʼ ἵππους; — τούτων μὲν οὐδέν. — ἂν δὲ τὰ τέκνα σου ζῆν θέλῃς ἐξ ἅπαντος ἢ τὴν γυναῖκα ἢ τὸν ἀδελφὸν ἢ τοὺς φίλους, ἐπὶ σοί ἐστιν; — οὐδὲ ταῦτα.

πότερον οὖν οὐδὲν ἔχεις αὐτεξούσιον, ὃ ἐπὶ μόνῳ ἐστὶ σοί, ἢ ἔχεις τι τοιοῦτον; — οὐκ οἶδα. — ὅρα οὖν οὕτως καὶ σκέψαι αὐτό.

μή τις δύναταί σε ποιῆσαι συγκαταθέσθαι τῷ ψεύδει; — οὐδείς. — οὐκοῦν ἐν μὲν τῷ συγκαταθετικῷ τόπῳ ἀκώλυτος εἶ καὶ ἀνεμπόδιστος.

— ἔστω. — ἄγε, ὁρμῆσαι δέ σε ἐφʼ ὃ μὴ θέλεις τις δύναται ἀναγκάσαι; — δύναται. ὅταν γάρ μοι θάνατον ἢ δεσμὰ ἀπειλῇ, ἀναγκάζει μʼ ὁρμῆσαι. — ἂν οὖν καταφρονῇς τοῦ ἀποθανεῖν καὶ τοῦ δεδέσθαι, ἔτι αὐτοῦ ἐπιστρέφῃ;

— οὔ. — σὸν οὖν ἐστιν ἔργον τὸ καταφρονεῖν θανάτου ἢ οὐ σόν; — ἐμόν. — σὸν ἄρα ἐστὶ καὶ τὸ ὁρμῆσαι ἢ οὔ; — ἔστω ἐμόν. — τὸ δʼ ἀφορμῆσαι τίνος;

σὸν καὶ τοῦτο. — τί οὖν, ἂν ἐμοῦ ὁρμήσαντος περιπατῆσαι ἐκεῖνός με κωλύσῃ; — τί σου κωλύσει; μή τι τὴν συγκατάθεσιν; — οὔ· ἀλλὰ τὸ σωμάτιον. — ναί, ὡς λίθον. — ἔστω· ἀλλʼ οὐκέτι ἐγὼ περιπατῶ.

— τίς δέ σοι εἶπεν τὸ περιπατῆσαι σὸν ἔργον ἐστὶν ἀκώλυτον; ἐγὼ γὰρ ἐκεῖνο ἔλεγον ἀκώλυτον μόνον τὸ ὁρμῆσαι· ὅπου δὲ σώματος χρεία καὶ τῆς ἐκ τούτου συνεργείας, πάλαι ἀκήκοας, ὅτι οὐδέν ἐστι σόν.

— ἔστω καὶ ταῦτα. — ὀρέγεσθαι δέ σε οὗ μὴ θέλεις τις ἀναγκάσαι δύναται; — οὐδείς. — προθέσθαι δʼ ἢ ἐπιβαλέσθαι τις ἢ ἁπλῶς χρῆσθαι ταῖς προσπιπτούσαις φαντασίαις;

— οὐδὲ τοῦτο· ἀλλὰ ὀρεγόμενόν με κωλύσει τυχεῖν οὗ ὀρέγομαι. — ἂν τῶν σῶν τινος ὀρέγῃ καὶ τῶν ἀκωλύτων, πῶς σε κωλύσει; — οὐδαμῶς. — τίς οὖν σοι λέγει, ὅτι ὁ τῶν ἀλλοτρίων ὀρεγόμενος ἀκώλυτός ἐστιν;

Ὑγείας οὖν μὴ ὀρέγωμαι;— μηδαμῶς, μηδʼ ἄλλου ἀλλοτρίου μηδενός.