Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τέραν ἢ καὶ εὐπορήσας ἄνθρωπος ἀπειρόκαλος πεφίληκε παιδισκάριον καὶ δυστυχῶν ἀνακλαίεται καὶ τὴν δουλείαν ποθεῖ.

τί γάρ μοι κακὸν ἦν; ἄλλος μʼ ἐνέδυεν, ἄλλος μʼ ὑπέδει, ἄλλος ἔτρεφεν, ἄλλος ἐνοσοκόμει, ὀλίγα αὐτῷ ὑπηρέτουν. νῦν δὲ τάλας οἷα πάσχω πλείοσι δουλεύων ἀνθʼ ἑνός;

ὅμως δʼ ἐὰν δακτυλίους, φησίν, λάβω, τότε γʼ εὐρούστατα διάξω καὶ εὐδαιμονέστατα. πρῶτον μὲν ἵνα λάβῃ, πάσχει ὧν ἐστιν ἄξιος· εἶτα λαβὼν πάλιν ταὐτά.

εἶτά φησιν ἂν μὲν στρατεύσωμαι, ἀπηλλάγην πάντων τῶν κακῶν. στρατεύεται, πάσχει ὅσα μαστιγίας καὶ οὐδὲν ἧττον δευτέραν αἰτεῖ στρατείαν καὶ τρίτην.

εἶθʼ ὅταν αὐτὸν τὸν κολοφῶνα ἐπιθῇ καὶ γένηται συγκλητικός, τότε γίνεται δοῦλος εἰς σύλλογον ἐρχόμενος, τότε τὴν καλλίστην καὶ λιπαρωτάτην δουλείαν δουλεύει.

ἵνα μὴ μωρὸς ᾖ, ἀλλʼ ἵνα μάθῃ, ἃ ἔλεγεν ὁ Σωκράτης, τί ἐστι τῶν ὄντων ἕκαστον, καὶ μὴ εἰκῇ τὰς προλήψεις ἐφαρμόζῃ ταῖς ἐπὶ μέρους οὐσίαις.

τοῦτο γάρ ἐστι τὸ αἴτιον τοῖς ἀνθρώποις πάντων τῶν κακῶν, τὸ τὰς προλήψεις τὰς κοινὰς μὴ δύνασθαι ἐφαρμόζειν. τοῖς ἐπὶ μέρους.

ἡμεῖς δʼ ἄλλοι ἄλλο οἰόμεθα. ὁ μὲν ὅτι νοσεῖ. οὐδαμῶς, ἀλλʼ ὅτι τὰς προλήψεις οὐκ ἐφαρμόζει. ὁ δʼ ὅτι πτωχός ἐστιν, ὁ δʼ ὅτι πατέρα χαλεπὸν ἔχει ἢ μητέρα, τῷ δʼ ὅτι ὁ Καῖσαρ οὐχ ἵλεώς ἐστιν. τοῦτο δʼ ἐστὶν ἓν καὶ μόνον τὸ τὰς προλήψεις ἐφαρμόζειν μὴ εἰδέναι.

ἐπεὶ τίς οὐκ ἔχει κακοῦ πρόληψιν, ὅτι βλαβερόν ἐστιν, ὅτι φευκτόν ἐστιν, ὅτι παντὶ τρόπῳ ἀποικονόμητόν ἐστιν; πρόληψις προλήψει οὐ μάχεται, ἀλλʼ ὅταν ἔλθῃ ἐπὶ τὸ ἐφαρμόζειν.

τί οὖν τὸ κακόν ἐστι τοῦτο καὶ βλαβερὸν καὶ φευκτόν; λέγει τὸ Καίσαρος μὴ εἶναι φίλον· ἀπῆλθεν, ἀπέσπεσεν τῆς ἐφαρμογῆς, θλίβεται, ζητεῖ τὰ μηδὲν πρὸς τὸ προκείμενον· ὅτι τυχὼν τοῦ φίλος εἶναι Καίσαρος οὐδὲν ἧττον τοῦ ζητουμένου οὐ τέτευχεν.

τί γάρ ἐστιν, ὃ ζητεῖ πᾶς ἄνθρωπος; εὐσταθῆσαι, εὐδαιμονῆσαι, πάντα ὡς θέλει ποιεῖν, μὴ κωλύεσθαι, μὴ ἀναγκάζεσθαι. ὅταν οὖν γένηται Καίσαρος φίλος, πέπαυται κωλυόμενος, πέπαυται ἀναγκαζόμενος, εὐσταθεῖ, εὐροεῖ; τίνος πυθώμεθα; τίνα ἔχομεν ἀξιοπιστότερον ἢ αὐτὸν τοῦτον τὸν γεγονότα φίλον;

ἐλθὲ εἰς τὸ μέσον καὶ εἰπὲ ἡμῖν, πότε ἀταραχώτερον ἐκάθευδες, νῦν ἢ πρὶν γενέσθαι φίλος τοῦ Καίσαρος; εὐθὺς ἀκούεις ὅτι παῦσαι, τοὺς θεούς σοι, ἐμπαίζων μου τῇ τύχῃ· οὐκ οἶδας, οἷα πάσχω τάλας· οὐδʼ ὕπνος ἐπέρχεταί μοι, ἀλλʼ ἄλλος ἐλθὼν λέγει, ὅτι ἤδη ἐγρηγορεῖ, ἤδη πρόεισιν· εἶτα ταραχαί, εἶτα φροντίδες.

ἄγε, ἐδείπνεις δὲ πότε εὐαρεστότερον, νῦν ἢ πρότερον; ἄκουσον αὐτοῦ καὶ περὶ τούτων τί λέγει· ὅτι, ἂν μὲν μὴ κληθῇ, ὀδυνᾶται, ἂν δὲ κληθῇ, ὡς δοῦλος παρὰ κυρίῳ δειπνεῖ μεταξὺ προσέχων, μή τι μωρὸν εἴπῃ ἢ ποιήσῃ. καὶ τί δοκεῖς φοβεῖται; μὴ μαστιγωθῇ ὡς δοῦλος; πόθεν αὐτῷ οὕτως καλῶς; ἀλλʼ ὡς πρέπει τηλικοῦτον ἄνδρα, Καίσαρος φίλον, μὴ ἀπολέσῃ τὸν τράχηλον.

ἐλούου δὲ πότʼ ἀταραχώτερον; ἐγυμνάζου δὲ πότε σχολαίτερον; τὸ σύνολον ποῖον μᾶλλον ἤθελες βίον βιοῦν, τὸν νῦν ἢ τὸν τότε;

ὀμόσαι δύναμαι, ὅτι οὐδεὶς οὕτως ἐστὶν ἀναίσθητος ἢ ἀναλήθης, μὴ ἀποδύρασθαι τὰς αὑτοῦ συμφοράς, ὅσῳ ἂν ᾖ φίλτερος.

ὅταν οὖν μήτε οἱ βασιλεῖς λεγόμενοι ζῶσιν ὡς θέλουσι μήθʼ οἱ φίλοι τῶν βασιλέων, τίνες ἔτι εἰσὶν ἐλεύθεροι; — ζήτει καὶ εὑρήσεις. ἔχεις γὰρ ἀφορμὰς παρὰ τῆς φύσεως πρὸς εὕρεσιν τῆς ἀληθείας. εἰ δʼ αὐτὸς οὐχ οἷός τε εἶ κατὰ ταύτας ψιλὰς πορευόμενος εὑρεῖν τὸ ἑξῆς, ἄκουσον παρὰ τῶν ἐζητηκότων.

τί λέγουσιν; ἀγαθόν σοι δοκεῖ ἡ ἐλευθερία; — τὸ μέγιστον. — δύναται οὖν τις τοῦ μεγίστου ἀγαθοῦ τυγχάνων κακοδαιμονεῖν ἢ κακῶς πράσσειν; — οὔ. — ὅσους οὖν ἂν ἴδῃς κακοδαιμονοῦντας, δυσροοῦντας, πενθοῦντας, ἀποφαίνου θαρρῶν μὴ εἶναι ἐλευθέρους. — ἀποφαίνομαι.

— οὐκοῦν ἀπὸ μὲν ὠνῆς καὶ πράσεως καὶ τῆς τοιαύτης ἐν κτήσει κατατάξεως ἤδη ἀποκεχωρήκαμεν. εἰ γὰρ ὀρθῶς ὡμολόγησας ταῦτα, ἄν τε μέγας βασιλεὺς κακοδαιμονῇ, οὐκ ἂν ἐλεύθερος, ἄν τε μικρὸς ἄν θʼ ὑπατικὸς ἄν τε δισύπατος. — ἔστω.

ἔτι οὖν ἀπόκριναί μοι κἀκεῖνο· δοκεῖ σοι μέγα τι εἶναι καὶ γενναῖον ἡ ἐλευθερία καὶ ἀξιόλογον; — πῶς γὰρ οὔ; — ἔστιν οὖν τυγχάνοντά τινος οὕτως μεγάλου καὶ ἀξιολόγου καὶ γενναίου ταπεινὸν εἶναι; — οὐκ ἔστιν.

— ὅταν οὖν ἴδῃς τινὰ ὑποπεπτωκότα ἑτέρῳ ἢ κολακεύοντα παρὰ τὸ φαινόμενον αὐτῷ, λέγε καὶ τοῦτον θαρρῶν μὴ εἶναι ἐλεύθερον· καὶ μὴ μόνον, ἂν δειπναρίου ἕνεκα αὐτὸ ποιῇ, ἀλλὰ κἂν ἐπαρχίας ἕνεκα κἂν ὑπατείας. ἀλλʼ ἐκείνους μὲν μικροδούλους λέγε τοὺς μικρῶν τινων ἕνεκα ταῦτα ποιοῦντας, τούτους δʼ, ὡς εἰσὶν ἄξιοι, μεγαλοδούλους.