Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

— πῶς οὖν ἔτι οὐ δερόμενος βλάπτεται ἢ δεσμευόμενος ἢ ἀποκεφαλιζόμενος; οὐχὶ οὕτως μέν· εἰ γενναίως πάσχει, καὶ προσκερδαίνων καὶ προσωφελούμενος ἀπέρχεται, ἐκεῖνος δὲ βλαπτόμενός ἐστιν ὁ τὰ οἰκτρότατα πάσχων καὶ αἴσχιστα, ὁ ἀντὶ ἀνθρώπου λύκος γινόμενος ἢ ἔχις ἢ σφήξ;

ἄγε οὖν ἐπέλθωμεν τὰ ὡμολογημένα. ὁ ἀκώλυτος ἄνθρωπος ἐλεύθερος, ᾧ πρόχειρα τὰ πράγματα ὡς βούλεται. ὃν δʼ ἔστιν ἢ κωλῦσαι ἢ ἀναγκάσαι ἢ ἐμποδίσαι ἢ ἄκοντα εἴς τι ἐμβαλεῖν, δοῦλός ἐστιν.

τίς δʼ ἀκώλυτος; ὁ μηδενὸς τῶν ἀλλοτρίων ἐφιέμενος. τίνα δʼ ἀλλότρια; ἃ οὐκ ἔστιν ἐφʼ ἡμῖν οὔτʼ ἔχειν οὔτε μὴ ἔχειν οὔτε ποιὰ ἔχειν ἢ πῶς ἔχοντα.

οὐκοῦν τὸ σῶμα ἀλλότριον, τὰ μέρη αὐτοῦ ἀλλότρια, ἡ κτῆσις ἀλλοτρία. ἂν οὖν τινι τούτων ὡς ἰδίῳ προσπαθῇς, δώσεις δίκας ἃς ἄξιον τὸν τῶν ἀλλοτρίων ἐφιέμενον.

αὕτη ἡ ὁδὸς ἐπʼ ἐλευθερίαν ἄγει, αὕτη μόνη ἀπαλλαγὴ δουλείας, μόνῃ τὸ δυνηθῆναί ποτʼ εἰπεῖν ἐξ ὅλης ψυχῆς τὸ

ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ Πεπρωμένη, ὅποι ποθʼ ὑμῖν εἰμι διατεταγμένος.

ἀλλὰ τί λέγεις, φιλόσοφε; καλεῖ σε ὁ τύραννος ἐροῦντά τι ὧν οὐ πρέπει σοι. λέγεις ἢ οὐ λέγεις; εἰπέ μοι. — ἄφες σκέψωμαι. — νῦν σκέψῃ; ὅτε δʼ ἐν τῇ σχολῇ ἦς, τί ἐσκέπτου; οὐκ ἐμελέτας, τίνα ἐστὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ τίνα οὐδέτερα; — Ἐσκεπτόμην. — τίνα οὖν ἤρεσκεν ὑμῖν;

— τὰ δίκαια καὶ καλὰ ἀγαθὰ εἶναι, τὰ ἄδικα καὶ αἰσχρὰ κακά. — μή τι τὸ ζῆν ἀγαθόν; — οὔ. — μή τι τὸ ἀποθανεῖν κακόν; — οὔ. — μή τι φυλακή; — οὔ. — λόγος δʼ ἀγεννὴς καὶ ἄπιστος καὶ φίλου προδοσία καὶ κολακεία τυράννου τί ὑμῖν ἐφαίνετο;

— κακά. — τί οὖν; οὐχὶ σκέπτῃ, οὐχὶ δʼ ἔσκεψαι καὶ βεβούλευσαι. ποία γὰρ σκέψις, εἰ καθήκει μοὶ δυναμένῳ τὰ μέγιστα ἀγαθὰ ἐμαυτῷ περιποιῆσαι, τὰ μέγιστα κακὰ μὴ περιποιῆσαι; καλὴ σκέψις καὶ ἀναγκαία, πολλῆς βουλῆς δεομένη. τί ἡμῖν ἐμπαίζεις, ἄνθρωπε;

οὐδέποτε τοιαύτη σκέψις γίνεται. οὐδʼ εἰ ταῖς ἀληθείαις κακὰ μὲν ἐφαντάζου τὰ αἰσχρά, τὰ δʼ ἄλλα οὐδέτερα, ἦλθες ἂν ἐπὶ ταύτην τὴν ἐπίστασιν, οὐδʼ ἐγγύς· ἀλλʼ αὐτόθεν διακρίνειν εἶχες, ὥσπερ ὄψει τῇ διανοίᾳ.

πότε γὰρ σκέπτῃ, εἰ τὰ μέλανα λευκά ἐστιν, εἰ τὰ βαρέα κοῦφα; οὐχὶ δὲ τοῖς ἐναργῶς φαινομένοις ἐπακολουθεῖς; πῶς οὖν νῦν σκέπτεσθαι λέγεις, εἰ τὰ οὐδέτερα τῶν κακῶν φευκτότερα;

ἀλλʼ οὐκ ἔχεις τὰ δόγματα ταῦτα, ἀλλὰ φαίνεταί σοι οὔτε ταῦτα οὐδέτερα, ἀλλὰ τὰ μέγιστα κακά, οὔτʼ ἐκεῖνα κακά, ἀλλʼ οὐδὲν πρὸς ἡμᾶς.

οὕτως γὰρ ἐξ ἀρχῆς εἴθισας σεαυτόν· ποῦ εἰμι; ἐν σχολῇ. καὶ ἀκούουσί μου τίνες; λέγω μετὰ τῶν φιλοσόφων. ἀλλʼ ἐξελήλυθα τῆς σχολῆς· ἆρον ἐκεῖνα τὰ τῶν σχολαστικῶν καὶ τῶν μωρῶν. οὕτως καταμαρτυρεῖται φίλος ὑπὸ φιλοσόφου, οὕτως παρασιτεῖ φιλόσοφος,

οὕτως ἐπʼ ἀργυρίῳ ἐκμισθοῖ ἑαυτόν, οὕτως ἐν συγκλήτῳ τις οὐ λέγει τὰ φαινόμενα· ἔνδοθεν τὸ δόγμα αὐτοῦ βοᾷ,

οὐ ψυχρὸν καὶ ταλαίπωρον ὑποληψείδιον ἐκ λόγων εἰκαίων ὡς ἐκ τριχὸς ἠρτημένον, ἀλλὰ ἰσχυρὸν καὶ χρηστικὸν καὶ ὑπὸ τοῦ διὰ τῶν ἔργων γεγυμνάσθαι μεμυημένον.

παραφύλαξον σαυτόν, πῶς ἀκούεις — οὐ λέγω, ὅτι τὸ παιδίον σου ἀπέθανεν· πόθεν σοι; ἀλλʼ ὅτι σου τὸ ἔλαιον ἐξεχέθη, ὁ οἶνος ἐξεπόθη,

ἵνα τις ἐπιστὰς διατεινομένῳ σοι τοῦτʼ αὐτὸ μόνον εἴπῃ φιλόσοφε, ἄλλα λέγεις ἐν τῇ σχολῇ· τί ἡμᾶς ἐξαπατᾷς; τί σκώληξ ὢν λέγεις, ὅτι ἄνθρωπος εἶ;

ἤθελον ἐπιστῆναί τινι αὐτῶν συνουσιάζοντι, ἵνα ἴδω, πῶς τείνεται καὶ ποίας φωνὰς ἀφίησιν, εἰ μέμνηται τοῦ ὀνόματος αὐτοῦ, τῶν λόγων οὓς ἀκούει ἢ λέγει ἢ ἀναγιγνώσκει.