Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

εἰσελθόντος δέ τινος πρὸς αὐτόν, ὃς εἰς Ῥώμην ἀνῄει δίκην ἔχων περὶ τιμῆς τῆς αὑτοῦ, πυθόμενος τὴν αἰτίαν, διʼ ἣν ἄνεισιν, ἐπερωτήσαντος ἐκείνου, τίνα γνώμην ἔχει περὶ τοῦ πράγματος,

εἴ μου πυνθάνῃ, τί πράξεις ἐν Ῥώμῃ, φησίν, πότερον κατορθώσεις ἢ ἀποτεύξῃ, θεώρημα πρὸς τοῦτο οὐκ ἔχω· εἰ δὲ πυνθάνῃ, πῶς πράξεις, τοῦτο εἰπεῖν, ὅτι, εἰ μὲν ὀρθὰ δόγματα ἔχεις, καλῶς, εἰ δὲ φαῦλα, κακῶς. παντὶ γὰρ αἴτιον τοῦ πράσσειν τι δόγμα.

τί γάρ ἐστιν, ὃ ἐπεθύμησας προστάτης χειροτονηθῆναι Κνωσίων; τὸ δόγμα. τί ἐστιν, διʼ ὃ νῦν εἰς Ῥώμην ἀνέρχῃ; τὸ δόγμα. καὶ μετὰ χειμῶνος καὶ κινδύνου καὶ ἀναλωμάτων; — ἀνάγκη γάρ ἐστιν. — τίς σοι λέγει τοῦτο;

τὸ δόγμα. οὐκοῦν εἰ πάντων αἴτια τὰ δόγματα, φαῦλα δέ τις ἔχει δόγματα, οἷον ἂν ᾖ τὸ αἴτιον, τοιοῦτον καὶ τὸ ἀποτελούμενον.

ἆρʼ οὖν πάντες ἔχομεν ὑγιῆ δόγματα καὶ σὺ καὶ ὁ ἀντίδικός σου; καὶ πῶς διαφέρεσθε; ἀλλὰ σὺ μᾶλλον ἢ ἐκεῖνος; διὰ τί; δοκεῖ σοι. κἀκείνῳ καὶ τοῖς μαινομένοις. τοῦτο πονηρὸν κριτήριον.

ἀλλὰ δεῖξόν μοι, ὅτι ἐπίσκεψίν τινα καὶ ἐπιμέλειαν πεποίησαι τῶν σαυτοῦ δογμάτων. καὶ ὡς νῦν εἰς Ῥώμην πλεῖς ἐπὶ τῷ προστάτης εἶναι Κνωσίων καὶ οὐκ ἐξαρκεῖ σοι μένειν ἐν οἴκῳ τὰς τιμὰς ἔχοντι ἃς εἶχες, ἀλλὰ μείζονός τινος ἐπιθυμεῖς καὶ ἐπιφανεστέρου, πότε οὕτως ἔπλευσας ὑπὲρ τοῦ τὰ δόγματα ἐπισκέψασθαι τὰ σαυτοῦ καὶ εἴ τι φαῦλον ἔχεις, ἐκβαλεῖν;

τίνι προσελήλυθας τούτου ἕνεκα; ποῖον χρόνον ἐπέταξας σαυτῷ, ποίαν ἡλικίαν; ἔπελθέ σου τοὺς χρόνους, εἰ ἐμὲ αἰσχύνῃ, αὐτὸς πρὸς σαυτόν.

ὅτε παῖς ἦς, ἐξήταζες τὰ σαυτοῦ δόγματα; οὐχὶ δʼ ὡς πάντα ποιεῖς, ἐποίεις ἃ ἐποίεις; ὅτε δὲ μειράκιον ἤδη καὶ τῶν ῥητόρων ἤκουες καὶ αὐτὸς ἐμελέτας, τί σοι λείπειν ἐφαντάζου;

ὅτε δὲ νεανίσκος καὶ ἤδη ἐπολιτεύου καὶ δίκας αὐτὸς ἔλεγες καὶ εὐδοκίμεις, τίς σοι ἔτι ἴσος ἐφαίνετο; ποῦ δʼ ἂν ἠνέσχου ὑπό τινος ἐξεταζόμενος, ὅτι πονηρὰ ἔχεις δόγματα;

τί οὖν σοι θέλεις εἴπω; — βοήθησόν μοι εἰς τὸ πρᾶγμα. — οὐκ ἔχω πρὸς τοῦτο θεωρήματα· οὐδὲ σύ, εἰ τούτου ἕνεκα ἐλήλυθας πρὸς ἐμέ, ὡς πρὸς φιλόσοφον ἐλήλυθας, ἀλλʼ ὡς πρὸς λαχανοπώλην, ἀλλʼ ὡς πρὸς σκυτέα.

— πρὸς τί οὖν ἔχουσιν οἱ φιλόσοφοι θεωρήματα; — πρὸς τοῦτο, ὅ τι ἂν ἀποβῇ, τὸ ἡγεμονικὸν ἡμῶν κατὰ φύσιν ἔχειν καὶ διεξάγειν. μικρόν σοι δοκεῖ τοῦτο; — οὔ· ἀλλὰ τὸ μέγιστον. — τί οὖν; ὀλίγου χρόνου χρείαν ἔχει καὶ ἔστι παρερχόμενον αὐτὸ λαβεῖν; εἰ δύνασαι, λάμβανε.

εἶτʼ ἐρεῖς συνέβαλλον Ἐπικτήτῳ ὡς λίθῳ, ὡς ἀνδριάντι. εἶδες γάρ με καὶ πλέον οὐδέν. ἀνθρώπῳ δʼ ὡς ἀνθρώπῳ συμβάλλει ὁ τὰ δόγματα αὐτοῦ καταμανθάνων καὶ ἐν τῷ μέρει τὰ ἴδια δεικνύων.

κατάμαθέ μου τὰ δόγματα, δεῖξόν μοι τὰ σὰ καὶ οὕτως λέγε συμβεβληκέναι μοι. ἐλέγξωμεν ἀλλήλους· εἴ τι ἔχω κακὸν δόγμα, ἄφελε αὐτό· εἴ τι ἔχεις, θὲς εἰς τὸ μέσον. τοῦτό ἐστι φιλοσόφῳ συμβάλλειν.

οὔ· ἀλλὰ πάροδός ἐστι καὶ ἕως τὸ πλοῖον μισθούμεθα, δυνάμεθα καὶ Ἐπίκτητον ἰδεῖν· ἴδωμεν, τί ποτε λέγει. εἶτʼ ἐξελθὼν οὐδὲν ἦν ὁ Ἐπίκτητος, ἐσολοίκιζεν, ἐβαρβάριζεν. τίνος γὰρ ἄλλου κριταὶ εἰσέρχεσθε;

ἀλλʼ ἂν πρὸς τούτοις, φησίν, ὦ, ἀγρὸν οὐχ ἕξω ὡς οὐδὲ σύ, ποτήρια ἀργυρᾶ οὐχ ἕξω ὡς οὐδὲ σύ, κτήνη καλὰ ὡς οὐδὲ σύ.

πρὸς ταῦτα ἴσως ἀρκεῖ ἐκεῖνο εἰπεῖν ὅτι ἀλλὰ χρείαν αὐτῶν οὐκ ἔχω· σὺ δʼ ἂν πολλὰ κτήσῃ, ἄλλων χρείαν ἔχεις, θέλεις οὐ θέλεις, πτωχότερός μου.

— τίνος οὖν ἔχω χρείαν; — τοῦ σοὶ μὴ παρόντος· τοῦ εὐσταθεῖν, τοῦ κατὰ φύσιν ἔχειν τὴν διάνοιαν, τοῦ μὴ ταράττεσθαι.

πάτρων, οὐ πάτρων, τί μοι μέλει; σοὶ μέλει. πλουσιώτερός σου εἰμί· οὐκ ἀγωνιῶ, τί φρονήσει περὶ ἐμοῦ ὁ Καῖσαρ· οὐδένα κολακεύω τούτου ἕνεκα. ταῦτα ἔχω ἀντὶ τῶν ἀργυρωμάτων, ἀντὶ τῶν χρυσωμάτων. σὺ χρυσᾶ σκεύη, ὀστράκινον τὸν λόγον, τὰ δόγματα, τὰς συγκαταθέσεις, τὰς ὁρμάς, τὰς ὀρέξεις.

ὅταν δὲ ταῦτα ἔχω κατὰ φύσιν, διὰ τί μὴ φιλοτεχνήσω καὶ περὶ τὸν λόγον; εὐσχολῶ γάρ· οὐ περισπᾶταί μου ἡ διάνοια. τί ποιήσω μὴ περισπώμενος; τούτου τί ἀνθρωπικώτερον ἔχω;

ὑμεῖς ὅταν μηδὲν ἔχητε, ταράσσεσθε, εἰς θέατρον εἰσέρχεσθε ἢ ἀναλύετε· διὰ τί ὁ φιλόσοφος μὴ ἐξεργάσηται τὸν αὑτοῦ λόγον;