Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ὅτι μὲν γὰρ τρία ἐστὶ περὶ τὸν ἄνθρωπον, ψυχὴ καὶ σῶμα καὶ τὰ ἐκτός, σχεδὸν οὐδεὶς ἀντιλέγει· λοιπὸν ὑμέτερόν ἐστιν ἀποκρίνασθαι, τί ἐστι τὸ κράτιστον. τί ἐροῦμεν τοῖς ἀνθρώποις;

τὴν σάρκα; καὶ διὰ ταύτην Μάξιμος ἔπλευσεν μέχρι Κασσιόπης χειμῶνος μετὰ τοῦ υἱοῦ προπέμπων, ἵνʼ ἡσθῇ τῇ σαρκί;

ἀρνησαμένου δʼ ἐκείνου καὶ εἰπόντος Μὴ γένοιτο· οὐ προσήκει περὶ τὸ κράτιστον ἐσπουδακέναι; — πάντων μάλιστα προσήκει. — τί οὖν κρεῖσσον ἔχομεν τῆς σαρκός; — τὴν ψυχήν, ἔφη. — ἀγαθὰ δὲ τὰ τοῦ κρατίστου κρείττονά ἐστιν ἢ τὰ τοῦ φαυλοτέρου;

— τὰ τοῦ κρατίστου. — ψυχῆς δὲ ἀγαθὰ πότερον προαιρετικά ἐστιν ἢ ἀπροαίρετα; — προαιρετικά. — προαιρετικὸν οὖν ἐστιν ἡ ἡδονὴ ἡ ψυχική;

— ἔφη. — αὕτη δʼ ἐπὶ τίσιν γίνεται; πότερον ἐφʼ αὑτῇ; ἀλλʼ ἀδιανόητόν ἐστιν· προηγουμένην γάρ τινα ὑφεστάναι δεῖ οὐσίαν τοῦ ἀγαθοῦ, ἧς τυγχάνοντες ἡσθησόμεθα κατὰ ψυχήν. — ὡμολόγει καὶ τοῦτο. — ἐπὶ τίνι οὖν ἡσθησόμεθα ταύτην τὴν ψυχικὴν ἡδονήν;

εἰ γὰρ ἐπὶ τοῖς ψυχικοῖς ἀγαθοῖς, εὕρηται ἡ οὐσία τοῦ ἀγαθοῦ. οὐ γὰρ δύναται ἄλλο μὲν εἶναι ἀγαθόν, ἄλλο δʼ ἐφʼ ᾧ εὐλόγως ἐπαιρόμεθα, οὐδὲ τοῦ προηγουμένου μὴ ὄντος ἀγαθοῦ τὸ ἐπιγέννημα ἀγαθὸν εἶναι. ἵνα γὰρ εὔλογον ᾖ τὸ ἐπιγέννημα, τὸ προηγούμενον δεῖ ἀγαθὸν εἶναι.

ἀλλʼ οὐ μὴ εἴπητε φρένας ἔχοντες· ἀνακόλουθα γὰρ ἐρεῖτε καὶ Ἐπικούρῳ καὶ τοῖς ἄλλοις ὑμῶν δόγμασιν.