Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ὅταν οὖν ἄλλῳ ἄλλο τὸ νόμισμα ᾖ, ἐκεῖνό τις δείξας ἔχει τὸ ἀντʼ αὐτοῦ πιπρασκόμενον.

ἐλήλυθεν εἰς τὴν ἐπαρχίαν κλέπτης ἀνθύπατος. τίνι νομίσματι χρῆται; ἀργυρίῳ. δεῖξον καὶ ἀπόφερε ὃ θέλεις. ἐλήλυθεν μοιχός. τίνι νομίσματι χρῆται; κορασιδίοις. λάβε, φησίν, τὸ νόμισμα καὶ πώλησόν μοι τὸ πραγμάτιον. δὸς καὶ ἀγόραζε.

ἄλλος περὶ παιδάρια ἐσπούδακεν. δὸς αὐτῷ τὸ νόμισμα καὶ λάβε ὃ θέλεις. ἄλλος φιλόθηρος. δὸς ἱππάριον καλὸν ἢ κυνάριον· οἰμώζων καὶ στένων πωλήσει ἀντʼ αὐτοῦ ὃ θέλεις. ἄλλος γὰρ αὐτὸν ἀναγκάζει ἔσωθεν, ὁ τὸ νόμισμα τοῦτο τεταχώς.

πρὸς τοῦτο μάλιστα τὸ εἶδος αὑτὸν γυμναστέον. εὐθὺς ὄρθρου προελθὼν ὃν ἂν ἴδῃς, ὃν ἂν ἀκούσῃς, ἐξέταζε, ἀποκρίνου ὡς πρὸς ἐρώτημα. τί εἶδες; καλὸν ἢ καλήν; ἔπαγε τὸν κανόνα. ἀπροαίρετον ἢ προαιρετικόν; ἀπροαίρετον· αἶρε ἔξω.

τί εἶδες; πενθοῦντʼ ἐπὶ τέκνου τελευτῇ; ἔπαγε τὸν κανόνα. ὁ θάνατός ἐστιν ἀπροαίρετον· αἶρε ἐκ τοῦ μέσου. ἀπήντησέ σοι ὕπατος; ἔπαγε τὸν κανόνα. ὑπατεία ποῖόν τι ἐστίν; ἀπροαίρετον ἢ προαιρετικόν; ἀπροαίρετον· αἶρε καὶ τοῦτο, οὐκ ἔστι δόκιμον· ἀπόβαλε, οὐδὲν πρὸς σέ.

καὶ τοῦτο εἰ ἐποιοῦμεν καὶ πρὸς τοῦτο ἠσκούμεθα καθʼ ἡμέραν ἐξ ὄρθρου μέχρι νυκτός, ἐγίνετο ἄν τι, νὴ τοὺς θεούς.

νῦν δʼ εὐθὺς ὑπὸ πάσης φαντασίας κεχηνότες λαμβανόμεθα καὶ μόνον, εἴπερ ἄρα, ἐν τῇ σχολῇ μικρόν τι διεγειρόμεθα· εἶτʼ ἐξελθόντες ἂν ἴδωμεν πενθοῦντα, λέγομεν ἀπώλετο· ἂν ὕπατον, μακάριος· ἂν ἐξωρισμένον, ταλαίπωρος· ἂν πένητα, ἄθλιος, οὐκ ἔχει πόθεν φάγῃ.

ταῦτʼ οὖν ἐκκόπτειν δεῖ τὰ πονηρὰ δόγματα, περὶ τοῦτο συντετάσθαι. τί γάρ ἐστι τὸ κλαίειν καὶ οἰμώζειν; δόγμα. τί δυστυχία; δόγμα. τί στάσις, τί διχόνοια, τί μέμψις, τί κατηγορία, τί ἀσέβεια, τί φλυαρία;

ταῦτα πάντα δόγματά ἐστι καὶ ἄλλο οὐδὲν καὶ δόγματα περὶ τῶν ἀπροαιρέτων ὡς ὄντων ἀγαθῶν καὶ κακῶν. ταῦτά τις ἐπὶ τὰ προαιρετικὰ μεταθέτω, κἀγὼ αὐτὸν ἐγγυῶμαι ὅτι εὐσταθήσει, ὡς ἂν ἔχῃ τὰ περὶ αὐτόν.

οἷόν ἐστιν ἡ λεκάνη τοῦ ὕδατος, τοιοῦτον ἡ ψυχή, οἷον ἡ αὐγὴ ἡ προσπίπτουσα τῷ ὕδατι, τοιοῦτον αἱ φαντασίαι.

ὅταν οὖν τὸ ὕδωρ κινηθῇ, δοκεῖ μὲν καὶ ἡ αὐγὴ κινεῖσθαι, οὐ μέντοι κινεῖται.

καὶ ὅταν τοίνυν σκοτωθῇ τις, οὐχ αἱ τέχναι καὶ αἱ ἀρεταὶ συγχέονται, ἀλλὰ τὸ πνεῦμα, ἐφʼ οὗ εἰσιν· καταστάντος δὲ καθίσταται κἀκεῖνα.