Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

πάντα γὰρ ταῦτα τῶν προτέρων εἰσὶν εἰς ἕτερα μεταβολαί· οὐκ ἀπώλεια, ἀλλὰ τεταγμένη τις οἰκονομία καὶ διοίκησις. τοῦτʼ ἔστιν ἀποδημία, καὶ μεταβολὴ μικρά·

τοῦτο θάνατος, μεταβολὴ μείζων ἐκ τοῦ νῦν ὄντος οὐκ εἰς τὸ μὴ ὄν, ἀλλʼ εἰς τὸ νῦν μὴ ὄν.

— οὐκέτι οὖν ἔσομαι; — οὐκ ἔσει· ἀλλʼ ἄλλο τι, οὗ νῦν ὁ κόσμος χρείαν ἔχει. καὶ γὰρ σὺ ἐγένου οὐχ ὅτε σὺ ἠθέλησας, ἀλλʼ ὅτε ὁ κόσμος χρείαν ἔσχεν.

διὰ τοῦτο ὁ καλὸς καὶ ἀγαθὸς μεμνημένος, τίς τʼ ἐστὶ καὶ πόθεν ἐλήλυθεν καὶ ὑπὸ τίνος γέγονεν, πρὸς μόνῳ τούτῳ ἐστίν, πῶς τὴν αὑτοῦ χώραν ἐκπληρώσῃ εὐτάκτως καὶ εὐπειθῶς τῷ θεῷ.

ἔτι μʼ εἶναι θέλεις; ὡς ἐλεύθερος, ὡς γενναῖος, ὡς σὺ ἠθέλησας· σὺ γάρ με ἀκώλυτον ἐποίησας ἐν τοῖς ἐμοῖς.

ἀλλʼ οὐκέτι μου χρείαν ἔχεις; καλῶς σοι γένοιτο· καὶ μέχρι νῦν διὰ σὲ ἔμενον, διʼ ἄλλον οὐδένα, καὶ νῦν σοι πειθόμενος ἀπέρχομαι.

πῶς ἀπέρχῃ;πάλιν ὡς σὺ ἠθέλησας, ὡς ἐλεύθερος, ὡς ὑπηρέτης σός, ὡς ᾐσθημένος σου τῶν προσταγμάτων καὶ ἀπαγορευμάτων.

μέχρι δʼ ἂν οὗ διατρίβω ἐν τοῖς σοῖς, τίνα με θέλεις εἶναι; ἄρχοντα ἢ ἰδιώτην, βουλευτὴν ἢ δημότην, στρατιώτην ἢ στρατηγόν, παιδευτὴν ἢ οἰκοδεσπότην; ἣν ἂν χώραν καὶ τάξιν ἐγχειρίσῃς, ὡς λέγει ὁ Σωκράτης, μυριάκις ἀποθανοῦμαι πρότερον ἢ ταύτην ἐγκαταλείψω.

ποῦ δέ μʼ εἶναι θέλεις; ἐν Ῥώμῃ ἢ ἐν Ἀθήναις ἢ ἐν Θήβαις ἢ ἐν Γυάροις; μόνον ἐκεῖ μου μέμνησο.

ἄν μʼ ἐκεῖ πέμπῃς, ὅπου κατὰ φύσιν διεξαγωγὴ οὐκ ἔστιν ἀνθρώπων, οὐ σοὶ ἀπειθῶν ἔξειμι, ἀλλʼ ὡς σοῦ μοι σημαίνοντος τὸ ἀνακλητικόν· οὐκ ἀπολείπω σε· μὴ γένοιτο· ἀλλʼ αἰσθάνομαι, ὅτι μου χρείαν οὐκ ἔχεις.

ἂν δὲ διδῶται κατὰ φύσιν διεξαγωγή, οὐ ζητήσω ἄλλον τόπον ἢ ἐν ᾧ εἰμὶ ἢ ἄλλους ἀνθρώπους ἢ μεθʼ ὧν εἰμί.

ταῦτα νυκτός, ταῦτα ἡμέρας πρόχειρα ἔστω· ταῦτα γράφειν, ταῦτα ἀναγιγνώσκειν· περὶ τούτων τοὺς λόγους ποιεῖσθαι, αὐτὸν πρὸς αὑτόν, πρὸς ἕτερον μή τι ἔχεις μοι πρὸς τοῦτο βοηθῆσαι; καὶ πάλιν ἄλλῳ προσελθεῖν καὶ ἄλλῳ.

εἶτα ἄν τι γένηται τῶν λεγομένων ἀβουλήτων, εὐθὺς ἐκεῖνο πρῶτον ἐπικουφίσει σε, ὅτι οὐκ ἀπροσδόκητον.

μέγα γὰρ ἐπὶ πάντων τὸ ᾔδειν θνητὸν γεγεννηκώς. οὕτως γὰρ ἐρεῖς καὶ ὅτι ᾔδειν θνητὸς ὤν, ᾔδειν ἀποδημητικὸς ὤν, ᾔδειν ἔκβλητος ὤν,

ᾔδειν εἰς φυλακὴν ἀπότακτος ὤν. εἶτʼ ἂν ἐπιστρέφῃς κατὰ σαυτὸν καὶ ζητήσῃς τὴν χώραν, ἐξ ἧς ἐστι τὸ συμβεβηκός, εὐθὺς ἀναμνησθήσῃ, ὅτι ἐκ τῆς τῶν ἀπροαιρέτων, τῶν οὐκ ἐμῶν· τί οὖν πρὸς σἐμέ; εἶτα τὸ κυριώτατον τίς δʼ αὐτὸ καὶ ἐπιπέπομφεν;

ὁ ἡγεμὼν ἢ ὁ στρατηγός, ἡ πόλις, ὁ τῆς πόλεως νόμος. δὸς οὖν αὐτό· δεῖ γάρ με ἀιεὶ τῷ νόμῳ πείθεσθαι ἐν παντί.

εἶθʼ ὅταν σε ἡ φαντασία δάκνῃ (τοῦτο γὰρ οὐκ ἐπὶ σοί), ἀναμάχου τῷ λόγῳ, καταγωνίζου αὐτήν, μὴ ἐάσῃς ἐνισχύειν μηδὲ προάγειν ἐπὶ τὰ ἑξῆς ἀναπλάσσουσαν ὅσα θέλει καὶ ὡς θέλει.

ἂν ἐν Γυάροις ᾖς, μὴ ἀνάπλασσε τὴν ἐν Ῥώμῃ διατριβὴν καὶ ὅσαι διαχύσεις ἦσαν ἐκεῖ διάγοντι, ὅσαι γένοιντʼ ἂν ἐπανελθόντι· ἀλλʼ ἐκεῖ τέτασο, ὅπως δεῖ τὸν ἐν Γυάροις διάγοντα, ἐν Γυάροις ἐρρωμένως διάγειν. κἂν ἐν Ῥώμῃ ᾖς, μὴ ἀνάπλασσε τὴν ἐν Ἀθήναις διατριβήν, ἀλλὰ περὶ μόνης τῆς ἐκεῖ μελέτα.

εἶτʼ ἀντὶ τῶν ἄλλων ἁπασῶν διαχύσεων ἐκείνην ἀντείσαγε, τὴν ἀπὸ τοῦ παρακολουθεῖν, ὅτι πείθῃ τῷ θεῷ, ὅτι οὐ λόγῳ, ἀλλʼ ἔργῳ τὰ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐκτελεῖς.