Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

— τί οὖν ἔτι πορεύομαι; — ἵνʼ ἀπέλθῃς, ἵνα ἀποδεδωκὼς ᾖς τὰ τοῦ πολίτου ἔργα, τὰ ἀδελφοῦ, τὰ φίλου.

καὶ λοιπὸν μέμνησο, ὅτι πρὸς σκυτέα ἀφῖξαι, πρὸς λαχανοπώλην, οὐδενὸς μεγάλου ἢ σεμνοῦ ἔχοντα τὴν ἐξουσίαν, κἂν αὐτὸ πολλοῦ πωλῇ. ὡς ἐπὶ τὰς θίδρακας ἀπέρχῃ· ὀβολοῦ γάρ εἰσιν, ταλάντου δʼ οὐκ εἰσίν.

οὕτως κἀνταῦθα. τοῦ ἐπὶ θύρας ἐλθεῖν ἄξιον τὸ πρᾶγμα· ἔστω, ἀφίξομαι. τοῦ διαλεχθῆναι οὕτως· ἔστω, διαλεχθήσομαι. ἀλλὰ καὶ τὴν χεῖρα δεῖ καταφιλῆσαι καὶ θωπεῦσαι διʼ ἐπαίνου. ἄπαγε, ταλάντου ἐστίν· οὐ λυσιτελεῖ μοι οὐδὲ τῇ πόλει οὐδὲ τοῖς φίλοις ἀπολέσαι καὶ πολίτην ἀγαθὸν καὶ φίλον.

ἀλλὰ δόξεις μὴ προτεθυμῆσθαι μὴ ἀνύσας. πάλιν ἐπελάθου, τίνος ἕνεκα ἐλήλυθας; οὐκ οἶσθʼ, ὅτι ἀνὴρ καλὸς καὶ ἀγαθὸς οὐδὲν ποιεῖ τοῦ δόξαι ἕνεκα, ἀλλὰ τοῦ πεπρᾶχθαι καλῶς;

— τί οὖν ὄφελος αὐτῷ τοῦ πρᾶξαι καλῶς; — τί δʼ ὄφελος τῷ γράφοντι τὸ Δίωνος ὄνομα, ὡς χρὴ γράφειν; αὐτὸ τὸ γράψαι. — ἔπαθλον οὖν οὐδέν; — σὺ δὲ ζητεῖς ἔπαθλον ἀνδρὶ ἀγαθῷ μεῖζον τοῦ τὰ καλὰ καὶ δίκαια πράττειν;

ἐν Ὀλυμπίᾳ δʼ οὐδεὶς ἄλλο οὐδέν, ἀλλʼ ἀρκεῖν σοι δοκεῖ τὸ ἐστεφανῶσθαι Ὀλύμπια. οὕτως σοι μικρὸν καὶ οὐδενὸς ἄξιον εἶναι φαίνεται τὸ εἶναι καλὸν καὶ ἀγαθὸν καὶ εὐδαίμονα;

πρὸς ταῦτα ὑπὸ θεῶν εἰς τὴν πόλιν ταύτην εἰσηγμένος καὶ ἤδη τῶν ἀνδρὸς ἔργων ὀφείλων ἅπτεσθαι τιτθὰς ἐπιποθεῖς καὶ μάμμην καὶ κάμπτει σε καὶ ἀποθηλύνει κλαίοντα γύναια μωρά; οὕτως οὐδέποτε παύσει παιδίον· ὢν νήπιον; οὐκ οἶσθʼ, ὅτι ὁ τὰ παιδίου ποιῶν ὅσῳ πρεσβύτερος τοσούτῳ γελοιότερος;

ἐν Ἀθήναις δʼ οὐδένα ἑώρας εἰς οἶκον αὐτοῦ φοιτῶν; — ὃν ἐβουλόμην. — καὶ ἐνθάδε τοῦτον θέλε ὁρᾶν καὶ ὃν βούλει ὄψει· μόνον μὴ ταπεινῶς, μὴ μετʼ ὀρέξεως ἢ ἐκκλίσεως καὶ ἔσται τὰ σὰ καλῶς.

τοῦτο δʼ οὐκ ἐν τῷ ἐλθεῖν ἐστιν οὐδʼ ἐν τῷ ἐπὶ θύραις στῆναι, ἀλλʼ ἔνδον ἐν τοῖς δόγμασιν.

ὅταν τὰ ἐκτὸς καὶ ἀπροαίρετα ἠτιμακὼς ᾖς καὶ μηδὲν αὐτῶν σὸν ἡγημένος, μόνα δʼ ἐκεῖνα σά, τὸ κρῖναι καλῶς, τὸ ὑπολαβεῖν, τὸ ὁρμῆσαι, τὸ ὀρεχθῆναι, τὸ ἐκκλῖναι, ποῦ ἔτι κολακείας τόπος, ποῦ ταπεινοφροσύνης; τί ἔτι ποθεῖς τὴν ἡσυχίαν τὴν ἐκεῖ, τί τοὺς συνήθεις τόπους;

ἔκδεξαι βραχὺ καὶ τούτους πάλιν ἕξεις συνήθεις. εἶτα ἂν οὕτως ἀγεννῶς ἔχῃς, πάλιν καὶ τούτων ἀπαλλαττόμενος κλαῖε καὶ στένε.

πῶς οὖν γένωμαι φιλόστοργος;— ὡς γενναῖος, ὡς εὐτυχής· οὐδέποτε γὰρ αἱρεῖ ὁ λόγος ταπεινὸν εἶναι οὐδὲ κατακλᾶσθαι οὐδʼ ἐξ ἄλλου κρέμασθαι οὐδὲ μέμψασθαί ποτε θεὸν ἢ ἄνθρωπον.

οὕτως μοι γίνου φιλόστοργος ὡς ταῦτα τηρήσων· εἰ δὲ διὰ τὴν φιλοστοργίαν ταύτην, τἥντινά ποτε καὶ καλεῖς φιλοστοργίαν, δοῦλος μέλλεις εἶναι καὶ ἄθλιος, οὐ λυσιτελεῖ φιλόστοργον εἶναι.

καὶ τί κωλύει φιλεῖν τινα ὡς θνητόν, ὡς ἀποδημητικόν; ἢ Σωκράτης οὐκ ἐφίλει τοὺς παῖδας τοὺς ἑαυτοῦ; ἀλλʼ ὡς ἐλεύθερος, ὡς μεμνημένος, ὅτι πρῶτον δεῖ θεοῖς εἶναι φίλον.

διὰ τοῦτο οὐδὲν παρέβη τῶν πρεπόντων ἀνδρὶ ἀγαθῷ οὔτʼ ἀπολογούμενος οὐθʼ ὑποτιμώμενος οὔτʼ ἔτι πρόσθεν βουλεύων ἢ στρατευόμενος.

ἡμεῖς δὲ πάσης προφάσεως πρὸς τὸ ἀγγεννεῖς εἶναι εὐποροῦμεν, οἱ μὲν διὰ παῖδα, οἱ δὲ διὰ μητέρα, ἄλλοι δὲ διʼ ἀδελφούς.

διʼ οὐδένα δὲ προσήκει δυστυχεῖν, ἀλλὰ εὐτυχεῖν διὰ πάντας, μάλιστα δὲ διὰ τὸν θεὸν τὸν ἐπὶ τοῦτο ἡμᾶς κατασκευάσαντα.

ἄγε, Διογένης δʼ οὐκ ἐφίλει οὐδένα, ὃς οὕτως ἥμερος ἦν καὶ φιλάνθρωπος, ὥστε ὑπὲρ τοῦ κοινοῦ τῶν ἀνθρώπων τοσούτους πόνους καὶ ταλαιπωρίας τοῦ σώματος ἄσμενος ἀναδέχεσθαι;