Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τί οὖν; θέλεις με τὸν δεῖνα θεραπεύειν; ἐπὶ θύραις αὐτοῦ πορεύεσθαι; — εἰς τοῦτο αἱρεῖ λόγος, ὑπὲρ τῆς πατρίδος, ὑπὲρ τῶν συγγενῶν, ὑπὲρ ἀνθρώπων, διὰ τί μὴ ἀπέλθῃς; ἀλλʼ ἐπὶ μὲν τὰς τοῦ σκυτέως οὐκ αἰσχύνῃ πορευόμενος, ὅταν δέῃ ὑποδημάτων, οὐδʼ ἐπὶ τὰς τοῦ κηπουροῦ, ὅταν θιδράκων, ἐπὶ δὲ τὰς τῶν πλουσίων, ὅταν τινὸς ὁμοίου δέῃ;

— ναί· τὸν σκυτέα γὰρ οὐ θαυμάζω. — μηδὲ τὸν πλούσιον. — οὐδὲ τὸν κηπουρὸν κολακεύσω. — μηδὲ τὸν πλούσιον. πῶς οὖν τύχω οὗ δέομαι;

— ἐγὼ δέ σοι λέγω ὅτι ὡς τευξόμενος ἀπέρχου; οὐχὶ δὲ μόνον, ἵνα πράξῃς τὸ σαυτῷ πρέπον;

— τί οὖν ἔτι πορεύομαι; — ἵνʼ ἀπέλθῃς, ἵνα ἀποδεδωκὼς ᾖς τὰ τοῦ πολίτου ἔργα, τὰ ἀδελφοῦ, τὰ φίλου.

καὶ λοιπὸν μέμνησο, ὅτι πρὸς σκυτέα ἀφῖξαι, πρὸς λαχανοπώλην, οὐδενὸς μεγάλου ἢ σεμνοῦ ἔχοντα τὴν ἐξουσίαν, κἂν αὐτὸ πολλοῦ πωλῇ. ὡς ἐπὶ τὰς θίδρακας ἀπέρχῃ· ὀβολοῦ γάρ εἰσιν, ταλάντου δʼ οὐκ εἰσίν.

οὕτως κἀνταῦθα. τοῦ ἐπὶ θύρας ἐλθεῖν ἄξιον τὸ πρᾶγμα· ἔστω, ἀφίξομαι. τοῦ διαλεχθῆναι οὕτως· ἔστω, διαλεχθήσομαι. ἀλλὰ καὶ τὴν χεῖρα δεῖ καταφιλῆσαι καὶ θωπεῦσαι διʼ ἐπαίνου. ἄπαγε, ταλάντου ἐστίν· οὐ λυσιτελεῖ μοι οὐδὲ τῇ πόλει οὐδὲ τοῖς φίλοις ἀπολέσαι καὶ πολίτην ἀγαθὸν καὶ φίλον.

ἀλλὰ δόξεις μὴ προτεθυμῆσθαι μὴ ἀνύσας. πάλιν ἐπελάθου, τίνος ἕνεκα ἐλήλυθας; οὐκ οἶσθʼ, ὅτι ἀνὴρ καλὸς καὶ ἀγαθὸς οὐδὲν ποιεῖ τοῦ δόξαι ἕνεκα, ἀλλὰ τοῦ πεπρᾶχθαι καλῶς;

— τί οὖν ὄφελος αὐτῷ τοῦ πρᾶξαι καλῶς; — τί δʼ ὄφελος τῷ γράφοντι τὸ Δίωνος ὄνομα, ὡς χρὴ γράφειν; αὐτὸ τὸ γράψαι. — ἔπαθλον οὖν οὐδέν; — σὺ δὲ ζητεῖς ἔπαθλον ἀνδρὶ ἀγαθῷ μεῖζον τοῦ τὰ καλὰ καὶ δίκαια πράττειν;

ἐν Ὀλυμπίᾳ δʼ οὐδεὶς ἄλλο οὐδέν, ἀλλʼ ἀρκεῖν σοι δοκεῖ τὸ ἐστεφανῶσθαι Ὀλύμπια. οὕτως σοι μικρὸν καὶ οὐδενὸς ἄξιον εἶναι φαίνεται τὸ εἶναι καλὸν καὶ ἀγαθὸν καὶ εὐδαίμονα;