Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

οὐχ ἱκανὸν ἐκεῖ σε ἀτυχεῖν, ὅπου αὐτὸς εἶ, ἀλλὰ καὶ πέραν θαλάσσης καὶ διὰ γραμμάτων; οὕτως ἀσφαλῶς σοι τὰ πράγματα ἔχει;

— τί οὖν, ἂν ἀποθάνωσιν οἱ ἐκεῖ φίλοι; — τί γὰρ ἂν ἄλλο ἢ οἱ θνητοὶ ἀπέθανον; ἢ πῶς ἅμα μὲν γηρᾶσαι θέλεις, ἅμα δὲ μηδενὸς τῶν στεργομένων μὴ εἰδεῖν θάνατον;

οὐκ οἶσθʼ, ὅτι ἐν τῷ μακρῷ χρόνῳ πολλὰ καὶ ποικίλα ἀποβαίνειν ἀνάγκη, τοῦ μὲν πυρετὸν γενέσθαι κρείττονα, τοῦ δὲ λῃστήν, τοῦ δὲ τύραννον;

τοιοῦτο γὰρ τὸ περιέχον, τοιοῦτον οἱ συνόντες, ψύχη καὶ καύματα καὶ τροφαὶ ἀσύμμετροι καὶ ὁδοιπορίαι καὶ πλοῦς καὶ ἄνεμοι καὶ περιστάσεις ποικίλαι· τὸν μὲν ἀπώλεσαν, τὸν δʼ ἐξώρισαν, τὸν δʼ εἰς πρεσβείαν, ἄλλον δʼ εἰς στρατείαν ἐνέβαλον.

κάθησο τοίνυν πρὸς πάντα ταῦτα ἐπτοημένος, πενθῶν, ἀτυχῶν, δυστυχῶν, ἐξ ἄλλου ἠρτημένος καὶ τούτου οὐχ ἑνός, οὐ δυεῖν, ἀλλὰ μυρίων ἐπὶ μυρίοις.

ταῦτα ἤκουες παρὰ τοῖς φιλοσόφοις, ταῦτʼ ἐμάνθανες; οὐκ οἶσθʼ, ὅτι στρατεία τὸ χρῆμά ἐστιν; τὸν μὲν δεῖ φυλάττειν, τὸν δὲ κατασκοπήσοντα ἐξιέναι, τὸν δὲ καὶ πολεμήσοντα· οὐχ οἷόν τʼ εἶναι πάντας ἐν τῷ αὐτῷ οὐδʼ ἄμεινον.

σὺ δʼ ἀφεὶς ἐκτελεῖν τὰ προστάγματα τοῦ στρατηγοῦ ἐγκαλεῖς, ὅταν τί σοι προσταχθῇ τραχύτερον, καὶ οὐ παρακολουθεῖς, οἷον ἀποφαίνεις, ὅσον ἐπὶ σοί, τὸ στράτευμα, ὅτι ἄν σε πάντες μιμήσωνται, οὐ τάφρον σκάψει τις, οὐ χάρακα περιβαλεῖ, οὐκ ἀγρυπνήσει, οὐ κινδυνεύσει, ἀλλὰ ἄχρηστος δόξει στρατεύεσθαι.

πάλιν ἐν πλοίῳ ναύτης ἂν πλέῃς, μίαν χώραν κάτεχε καὶ ταύτην προσλιπάρει· ἂν δʼ ἐπὶ τὸν ἱστὸν ἀναβῆναι δέῃ, μὴ θέλε, ἂν εἰς τὴν πρῴραν διαδραμεῖν, μὴ θέλε· καὶ τίς ἀνέξεταί σου κυβερνήτης; οὐχὶ δʼ ὡς σκεῦος ἄχρηστον ἐκβαλεῖ, οὐδὲν ἄλλο ἢ ἐμπόδιον καὶ κακὸν παράδειγμα τῶν ἄλλων ναυτῶν;

οὕτως δὲ καὶ ἐνθάδε· στρατεία τίς ἐστιν ὁ βίος ἑκάστου καὶ αὕτη μακρὰ καὶ ποικίλη. τηρεῖν σε δεῖ τὸ τοῦ στρατιώτου καὶ τοῦ στρατηγοῦ πρὸς νεῦμα πράσσειν ἕκαστα·