Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

εἰς τοιαύτην ὑπηρεσίαν κατατεταγμένος ἔτι φροντίζω, ποῦ εἰμι ἢ μετὰ τίνων ἢ τί περὶ ἐμοῦ λέγουσιν; οὐχὶ δʼ ὅλος πρὸς τὸν θεὸν τέταμαι καὶ τὰς ἐκείνου ἐντολὰς καὶ τὰ προστάγματα;

ταῦτα ἔχων ἀεὶ ἐν χερσὶ καὶ τρίβων αὐτὸς παρὰ σαυτῷ καὶ πρόχειρα ποιῶν οὐδέποτε δεήσῃ τοῦ παραμυθουμένου, τοῦ ἐπιρρωννύντος.

καὶ γὰρ αἰσχρὸν οὐ τὸ φαγεῖν μὴ ἔχειν, ἀλλὰ τὸ λόγον μὴ ἔχειν ἀρκοῦντα πρὸς ἀφοβίαν, πρὸς ἀλυπίαν.

ἂν δʼ ἅπαξ περιποιήσῃ τὸ ἄλυπον καὶ ἄφοβον, ἔτι σοι τύραννος ἔσται τις ἢ δορυφόρος ἢ Καισαριανοὶ ἢ ὀρδινατίων δήξεταί σε ἢ οἱ ἐπιθύοντες ἐν τῷ Καπιτωλίῳ ἐπὶ τοῖς ὀπτικίοις τὸν τηλικαύτην ἀρχὴν παρὰ τοῦ Διὸς εἰληφότα;

μόνον μὴ πόμπευε αὐτὴν μηδʼ ἀλαζονεύου ἐπʼ αὐτῇ, ἀλλʼ ἔργῳ δείκνυε· κἂν μηδεὶς αἰσθάνηται, ἀρκοῦ αὐτὸς ὑγιαίνων καὶ εὐδαιμονῶν.

σκέψαι, ὧν προέθου ἀρχόμενος, τίνων μὲν ἐκράτησας, τίνων δʼ οὔ, καὶ πῶς ἐφʼ οἷς μὲν εὐφραίνῃ ἀναμιμνῃσκόμενος, ἐφʼ οἷς δʼ ἄχθῃ, καὶ εἰ δυνατόν, ἀνάλαβε κἀκεῖνα ὧν ἀπώλισθες.

οὐ γὰρ ἀποκνητέον τὸν ἀγῶνα τὸν μέγιστον ἀγωνιζομένοις, ἀλλὰ καὶ πληγὰς ληπτέον·

οὐ γὰρ ὑπὲρ πάλης καὶ παγκρατίου ὁ ἀγὼν πρόκειται, οὗ καὶ τυχόντι καὶ μὴ τυχόντι ἔξεστιν μὲν πλείστου ἀξίῳ, ἔξεστι δὲ ὀλίγου εἶναι καὶ νὴ Δία ἔξεστιν μὲν εὐτυχεστάτῳ, ἔξεστι δὲ κακοδαιμονεστάτῳ εἶναι, ἀλλʼ ὑπὲρ αὐτῆς εὐτυχίας καὶ εὐδαιμονίας.

τί οὖν; οὐδʼ ἂν ἀπαυδήσωμεν ἐνταῦθα, κωλύει τις πάλιν ἀγωνίζεσθαι οὐδὲ δεῖ περιμεῖναι τετραετίαν ἄλλην, ἵνʼ ἔλθῃ ἄλλα Ὀλύμπια, ἀλλʼ εὐθὺς ἀναλαβόντι καὶ ἀνακτησαμένῳ ἑαυτὸν καὶ τὴν αὐτὴν εἰσφέροντι προθυμίαν ἔξεστιν ἀγωνίζεσθαι· κἂν πάλιν ἀπείπῃς, πάλιν ἔξεστιν, κἂν ἅπαξ νικήσῃς, ὅμοιος εἶ τῷ μηδέποτε ἀπειπόντι.

μόνον μὴ ὑπὸ ἔθους τοῦ αὐτοῦ ἡδέως αὐτὸ ἄρξῃ ποιεῖν· καὶ λοιπὸν ὡς κακὸς ἀθλητὴς περιέρχῃ νικώμενος τὴν περίοδον ὅμοιος τοῖς ἀποφυγοῦσιν ὄρτυξιν.

ἡττᾷ με φαντασία παιδισκαρίου καλοῦ. τί γάρ; πρῴην οὐχ ἡττήθην;προθυμία μοι γίνεται ψέξαι τινά. πρῴην γὰρ οὐκ ἔψεξα;

οὕτως ἡμῖν λαλεῖς ὡς ἀζήμιος ἐξεληλυθώς, οἱονεί τις τῷ ἰατρῷ κωλύοντι λούσασθαι λέγοι πρῴην γὰρ οὐκ ἐλουσάμην; ἂν οὖν ὁ ἰατρὸς αὐτῷ ἔχῃ λέγειν ἄγε, λουσάμενος οὖν τί ἔπαθες; οὐκ ἐπύρεξας; οὐκ ἐκεφαλάλγησας;

καὶ σὺ ψέξας πρῴην τινὰ οὐ κακοήθους ἔργον ἔπραξας; οὐ φλυάρου; οὐκ ἔθρεψάς σου τὴν ἕξιν ταύτην παραβάλλων αὐτῇ τὰ οἰκεῖα ἔργα; ἡττηθεὶς δὲ τοῦ παιδισκαρίου ἀπῆλθες ἀζήμιος; τί οὖν τὰ πρῴην λέγεις;

ἔδει δʼ οἶμαι μεμνημένον, ὡς οἱ δοῦλοι τῶν πληγῶν, ἀπέχεσθαι τῶν αὐτῶν ἁμαρτημάτων.

ἀλλʼ οὐχ ὅμοιον· ἐνταῦθα μὲν γὰρ ὁ πόνος τὴν μνήμην ποιεῖ, ἐπὶ δὲ τῶν ἁμαρτημάτων ποῖος πόνος, ποία ζημία; πότε γὰρ εἰθίσθης φεύγειν τὸ κακῶς ἐνεργῆσαι;

οὐκ αἰσχύνῃ δειλότερος ὢν καὶ ἀγεννέστερος τῶν δραπετῶν; πῶς ἐκεῖνοι φεύγοντες ἀπολείπουσι τοὺς δεσπότας, ποίοις ἀγροῖς πεποιθότες, ποίοις οἰκέταις; οὐχὶ δʼ ὀλίγον ὅσον πρὸς τὰς πρώτας ἡμέρας ὑφελόμενοι εἶθʼ ὕστερον διὰ γῆς ἢ καὶ θαλάττης φέρονται ἄλλην ἐξ ἄλλης ἀφορμὴν πρὸς τὸ διατρέφεσθαι φιλοτεχνοῦντες;

καὶ τίς πώποτε δραπέτης λιμῷ ἀπέθανεν; σὺ δὲ τρέμεις, μή σοι λείπῃ τὰ ἀναγκαῖα, καὶ τὰς νύκτας ἀγρυπνεῖς.

ταλαίπωρε, οὕτως τυφλὸς εἶ καὶ τὴν ὁδὸν οὐχ ὁρᾷς, ὅποι φέρει ἡ τῶν ἀναγκαίων ἔνδεια; ποῦ γὰρ φέρει; ὅπου καὶ ὁ πυρετός, ὅπου καὶ λίθος ἐπιπεσών, εἰς θάνατον. τοῦτον οὖν οὐ πολλάκις σὺ αὐτὸς εἶπες πρὸς τοὺς ἑταίρους, πολλὰ δʼ ἀνέγνως τοιαῦτα, πολλὰ δʼ ἔγραφες; ποσάκις δʼ ἠλαζονεύσω, ὅτι πρός γε τὸ ἀποθανεῖν μετρίως ἔχεις;

— ναί· ἀλλὰ καὶ οἱ ἐμοὶ πεινήσουσιν. — τί οὖν; μή τι καὶ ὁ ἐκείνων λιμὸς ἀλλαχοῦ που φέρει; οὐχὶ καὶ ἡ αὐτή που κάθοδος;

τὰ κάτω τὰ αὐτά; οὐ θέλεις οὖν ἐκεῖ βλέπειν θαρρῶν πρὸς πᾶσαν ἀπορίαν καὶ ἔνδειαν, ὅπου καὶ τοὺς πλουσιωτάτους καὶ τὰς ἀρχὰς τὰς μεγίστας ἄρξαντας καὶ αὐτοὺς τοὺς βασιλεῖς καὶ τυράννους δεῖ κατελθεῖν, καὶ σὲ πεινῶντα, ἂν οὕτως τύχῃ, ἐκείνους δὲ διαρραγέντας ὑπὸ ἀπεψιῶν καὶ μέθης;