Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

εἶτα τούτου ἕνεκα ἀποδημήσωσιν ἄνθρωποι νεώτεροι καὶ τοὺς γονεῖς τοὺς αὑτῶν ἀπολίπωσιν καὶ τοὺς φίλους καὶ τοὺς συγγενεῖς καὶ τὸ κτησίδιον, ἵνα σοι οὐᾶ φῶσιν ἐπιφωνημάτια λέγοντι; τοῦτο Σωκράτης ἐποίει, τοῦτο Ζήνων, τοῦτο Κλεάνθης;

τί οὖν; οὐκ ἔστιν ὁ προτρεπτικὸς χαρακτήρ; — τίς γὰρ οὐ λέγει; ὡς ὁ ἐλεγκτικός, ὡς ὁ διδασκαλικός. τίς οὖν πώποτε τέταρτον εἶπεν μετὰ τούτων τὸν ἐπιδεικτικόν;

τίς γάρ ἐστιν ὁ προτρεπτικός; δύνασθαι καὶ ἑνὶ καὶ πολλοῖς δεῖξαι τὴν μάχην ἐν ᾗ κυλίονται· καὶ ὅτι μᾶλλον πάντων φροντίζουσιν ἢ ὧν θέλουσιν. θέλουσι μὲν γὰρ τὰ πρὸς εὐδαιμονίαν φέροντα, ἀλλαχοῦ δʼ αὐτὰ ζητοῦσι.

τοῦτο ἵνα γένηται, δεῖ τεθῆναι χίλια βάθρα καὶ παρακληθῆναι τοὺς ἀκουσομένους καὶ σὲ ἐν κομψῷ στολίῳ ἢ τριβωναρίῳ ἀναβάντα ἐπὶ πούλβινον διαγράφειν, πῶς Ἀχιλλεὺς ἀπέθανεν; παύσασθε, τοὺς θεοὺς ὑμῖν, καλὰ ὀνόματα καὶ πράγματα καταισχύνοντες, ὅσον ἐφʼ ἑαυτοῖς.

οὐδὲν προτρεπτικώτερον ἢ ὅταν ὁ λέγων ἐμφαίνῃ τοῖς ἀκούουσιν ὅτι χρείαν αὐτῶν ἔχει.

ἢ εἰπέ μοι, τίς ἀκούων ἀναγιγνώσκοντός σου ἢ διαλεγομένου περὶ αὑτοῦ ἠγωνίασεν ἢ ἐπεστράφη· εἰς αὑτὸν ἢ ἐξελθὼν εἶπεν ὅτι καλῶς μου ἥψατο ὁ φιλόσοφος· οὐκέτι δεῖ ταῦτα ποιεῖν;

οὐχὶ δʼ, ἂν λίαν εὐδοκιμῇς, λέγει πρός τινα κομψῶς ἔφρασεν τὰ περὶ τὸν Ξέρξην, ἄλλος οὔ· ἀλλὰ τὴν ἐπὶ Πύλαις μάχην; τοῦτό ἐστιν ἀκρόασις φιλοσόφου;

τὸ ἄλλου παρὰ φύσιν σοὶ κακὸν μὴ γινέσθω· οὐ γὰρ συνταπεινοῦσθαι πέφυκας οὐδὲ συνατυχεῖν, ἀλλὰ συνευτυχεῖν.

ἂν δέ τις ἀτυχῇ, μέμνησο, ὅτι παρʼ αὑτὸν ἀτυχεῖ. ὁ γὰρ θεὸς πάντας ἀνθρώπους ἐπὶ τὸ εὐδαιμονεῖν, ἐπὶ τὸ εὐσταθεῖν ἐποίησεν.

πρὸς τοῦτο ἀφορμὰς ἔδωκεν, τὰ μὲν ἴδια δοὺς ἑκάστῳ, τὰ δʼ ἀλλότρια· τὰ μὲν κωλυτὰ καὶ ἀφαιρετὰ καὶ ἀναγκαστὰ οὐκ ἴδια, τὰ δʼ ἀκώλυτα ἴδια· τὴν δʼ οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὥσπερ ἦν ἄξιον τὸν κηδόμενον ἡμῶν καὶ πατρικῶς προιστάμενον, ἐν τοῖς ἰδίοις.

ἀλλʼ ἀποκεχώρηκα τοῦ δεῖνος καὶ ὀδυνᾶται. διὰ τί γὰρ τὰ ἀλλότρια ἴδια ἡγήσατο; διὰ τί, ὅτε σε βλέπων ἔχαιρεν, οὐκ ἐπελογίζετο, ὅτι θνητὸς εἶ, ἀποδημητικὸς εἶ; τοιγαροῦν τίνει δίκας τῆς αὑτοῦ μωρίας.

σὺ δʼ ἀντὶ τίνος; ἐπὶ τί κλάεις σεαυτόν; ἢ οὐδὲ σὺ ταῦτα ἐμελέτησας, ἀλλʼ ὡς τὰ γύναια τὰ οὐδενὸς ἄξια πᾶσιν οἷς ἔχαιρες ὡς ἀιεὶ συνεσόμενος συνῆς, τοῖς τόποις, τοῖς ἀνθρώποις, ταῖς διατριβαῖς; καὶ νῦν κλαίων ἐκάθισας, ὅτι μὴ τοὺς αὐτοὺς βλέπεις καὶ ἐν τοῖς αὐτοῖς τόποις διατρίβεις.

τούτου γὰρ ἄξιος εἶ, ἵνα καὶ τῶν κοράκων καὶ κορωνῶν ἀθλιώτερος ᾖς, οἷς ἔξεστιν ἵπτασθαι, ὅπου θέλουσιν, καὶ μετοικοδομεῖν τὰς νεοσσιὰς καὶ τὰ πελάγη διαπερᾶν μὴ στένουσιν μηδὲ ποθοῦσι τὰ πρῶτα.

— ναί· ἀλλʼ ὑπὸ τοῦ ἄλογα εἶναι πάσχει αὐτά. — ἡμῖν οὖν λόγος ἐπὶ ἀτυχίᾳ καὶ κακοδαιμονίᾳ δέδοται ὑπὸ τῶν θεῶν, ἵνʼ ἄθλιοι, ἵνα πενθοῦντες διατελῶμεν;

ἢ πάντες ἔστωσαν ἀθάνατοι καὶ μηδεὶς ἀποδημείτω, μηδʼ ἡμεῖς ποῦ ἀποδημῶμεν, ἀλλὰ μένωμεν ὡς τὰ φυτὰ προσερριζωμένοι· ἂν δέ τις ἀποδημήσῃ τῶν συνήθων, καθήμενοι κλαίωμεν καὶ πάλιν, ἂν ἔλθῃ, ὀρχώμεθα καὶ κροτῶμεν ὡς τὰ παιδία;

οὐκ ἀπογαλακτίσομεν ἤδη ποθʼ ἑαυτοὺς καὶ μεμνησόμεθα ὧν ἠκούσαμεν παρὰ τῶν φιλοσόφων;

εἴ γε μὴ ὡς ἐπαοιδῶν αὐτῶν ἠκούομεν, ὅτι ὁ κόσμος οὗτος μία πόλις ἐστὶ καὶ ἡ οὐσία, ἐξ ἧς δεδημιούργηται, μία καὶ ἀνάγκη περίοδόν τινα εἶναι καὶ παραχώρησιν ἄλλων ἄλλοις καὶ τὰ μὲν διαλύεσθαι, τὰ δʼ ἐπιγίνεσθαι, τὰ μὲν μένειν ἐν τῷ αὐτῷ, τὰ δὲ κινεῖσθαι.

πάντα δὲ φίλων μεστά, πρῶτα μὲν θεῶν, εἶτα καὶ ἀνθρώπων φύσει πρὸς ἀλλήλους ᾠκειωμένων· καὶ δεῖ τοὺς μὲν παρεῖναι ἀλλήλοις, τοὺς δʼ ἀπαλλάττεσθαι, τοῖς μὲν συνοῦσι χαίροντας, τοῖς δʼ ἀπαλλαττομένοις μὴ ἀχθομένους.

ὁ δʼ ἄνθρωπος πρὸς τῷ φύσει μεγαλόφρων εἶναι καὶ πάντων τῶν ἀπροαιρέτων καταφρονητικὸς ἔτι κἀκεῖνο ἔσχηκε τὸ μὴ ἐρριζῶσθαι μηδὲ προσπεφυκέναι τῇ γῇ, ἀλλὰ ἄλλοτʼ ἐπʼ ἄλλους ἵεσθαι τόπους ποτὲ μὲν χρειῶν τινων ἐπειγουσῶν, ποτὲ δὲ καὶ αὐτῆς τῆς θέας ἕνεκα.

καὶ τῷ Ὀδυσσεῖ τὸ συμβὰν τοιοῦτόν τι ἦν·

πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω·
καὶ ἔτι πρόσθεν τῷ Ἡρακλεῖ περιελθεῖν τὴν οἰκουμένην ὅλην
ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντα
καὶ τὴν μὲν ἐκβάλλοντα καὶ καθαίροντα, τὴν δʼ ἀντεισάγοντα.