Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

παρακαλῶ σε ἐλθόντα ἀκοῦσαι, ὅτι σοι κακῶς ἐστι καὶ πάντων μᾶλλον ἐπιμελῇ ἢ οὗ δεῖ σε ἐπιμελεῖσθαι καὶ ὅτι ἀγνοεῖς τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ κακοδαίμων εἶ καὶ δυστυχής. κομψὴ παράκλησις. καὶ μὴν ἂν μὴ ταῦτα ἐμποιῇ ὁ τοῦ φιλοσόφου λόγος, νεκρός ἐστι καὶ αὐτὸς καὶ ὁ λέγων.

εἴωθε λέγειν ὁ Ῥοῦφος εἰ εὐσχολεῖτε ἐπαινέσαι με, ἐγὼ δʼ οὐδὲν λέγω. τοιγαροῦν οὕτως ἔλεγεν, ὥσθʼ ἕκαστον ἡμῶν καθήμενον οἴεσθαι, ὅτι τίς ποτε αὐτὸν διαβέβληκεν· οὕτως ἥπτετο τῶν γιγνομένων, οὕτως πρὸ ὀφθαλμῶν ἐτίθει τὰ ἑκάστου κακά.

ἰατρεῖόν ἐστιν, ἄνδρες, τὸ τοῦ φιλοσόφου σχολεῖον· οὐ δεῖ ἡσθέντας ἐξελθεῖν, ἀλλʼ ἀλγήσαντας. ἔρχεσθε γὰρ οὐχ ὑγιεῖς, ἀλλʼ ὁ μὲν ὦμον ἐκβεβληκώς, ὁ δʼ ἀπόστημα ἔχων, ὁ δὲ σύριγγα, ὁ δὲ κεφαλαλγῶν.

εἶτʼ ἐγὼ καθίσας ὑμῖν λέγω νοημάτια καὶ ἐπιφωνημάτια, ἵνʼ ὑμεῖς ἐπαινέσαντές με ἐξέλθητε, ὁ μὲν τὸν ὦμον ἐκφέρων οἷον εἰσήνεγκεν, ὁ δὲ τὴν κεφαλὴν ὡσαύτως ἔχουσαν, ὁ δὲ τὴν σύριγγα, ὁ δὲ τὸ ἀπόστημα;

εἶτα τούτου ἕνεκα ἀποδημήσωσιν ἄνθρωποι νεώτεροι καὶ τοὺς γονεῖς τοὺς αὑτῶν ἀπολίπωσιν καὶ τοὺς φίλους καὶ τοὺς συγγενεῖς καὶ τὸ κτησίδιον, ἵνα σοι οὐᾶ φῶσιν ἐπιφωνημάτια λέγοντι; τοῦτο Σωκράτης ἐποίει, τοῦτο Ζήνων, τοῦτο Κλεάνθης;

τί οὖν; οὐκ ἔστιν ὁ προτρεπτικὸς χαρακτήρ; — τίς γὰρ οὐ λέγει; ὡς ὁ ἐλεγκτικός, ὡς ὁ διδασκαλικός. τίς οὖν πώποτε τέταρτον εἶπεν μετὰ τούτων τὸν ἐπιδεικτικόν;

τίς γάρ ἐστιν ὁ προτρεπτικός; δύνασθαι καὶ ἑνὶ καὶ πολλοῖς δεῖξαι τὴν μάχην ἐν ᾗ κυλίονται· καὶ ὅτι μᾶλλον πάντων φροντίζουσιν ἢ ὧν θέλουσιν. θέλουσι μὲν γὰρ τὰ πρὸς εὐδαιμονίαν φέροντα, ἀλλαχοῦ δʼ αὐτὰ ζητοῦσι.

τοῦτο ἵνα γένηται, δεῖ τεθῆναι χίλια βάθρα καὶ παρακληθῆναι τοὺς ἀκουσομένους καὶ σὲ ἐν κομψῷ στολίῳ ἢ τριβωναρίῳ ἀναβάντα ἐπὶ πούλβινον διαγράφειν, πῶς Ἀχιλλεὺς ἀπέθανεν; παύσασθε, τοὺς θεοὺς ὑμῖν, καλὰ ὀνόματα καὶ πράγματα καταισχύνοντες, ὅσον ἐφʼ ἑαυτοῖς.

οὐδὲν προτρεπτικώτερον ἢ ὅταν ὁ λέγων ἐμφαίνῃ τοῖς ἀκούουσιν ὅτι χρείαν αὐτῶν ἔχει.