Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

μὴ περιπίπτειν. ἄγε, πληροῦμεν αὐτῶν τὴν ἐπαγγελίαν; εἰπέ μοι τἀληθῆ· ἂν δὲ ψεύσῃ, ἐρῶ σοι· πρῴην ψυχρότερόν σου τῶν ἀκροατῶν συνελθόντων καὶ μὴ ἐπιβοησάντων σοι τεταπεινωμένος ἐξῆλθες·

πρῴην ἐπαινεθεὶς περιήρχου καὶ πᾶσιν ἔλεγες τί σοι ἔδοξα; θαυμαστῶς, κύριε, τὴν ἐμήν σοι σωτηρίαν. πῶς δʼ εἶπον ἐκεῖνο; τὸ ποῖον; ὅπου διέγραψα τὸν Πᾶνα καὶ τὰς Νύμφας.

ὑπερφυῶς. εἶτά μοι λέγεις, ἐν ὀρέξει καὶ ἐκκλίσει κατὰ φύσιν ἀναστρέφῃ; ὕπαγε, ἄλλον πεῖθε.

τὸν δεῖνα δὲ πρῴην οὐκ ἐπῄνεις παρὰ τὸ σοὶ φαινόμενον; τὸν δεῖνα δʼ οὐκ ἐκολάκευες τὸν συγκλητικόν; ἤθελές σου τὰ παιδία εἶναι τοιαῦτα; — μὴ γένοιτο.

— τίνος οὖν ἕνεκα ἐπῄνεις καὶ περιεῖπες αὐτόν; — εὐφυὴς νεανίσκος καὶ λόγων ἀκουστικός. — πόθεν τοῦτο; — ἐμὲ θαυμάζει. — εἴρηκας τὴν ἀπόδειξιν. εἶτα τί δοκεῖ σοι; αὐτοί σου οὗτοι οὐ καταφρονοῦσιν λεληθότως;

ὅταν οὖν ἄνθρωπος συνειδὼς ἑαυτῷ μηθὲν ἀγαθὸν μήτε πεποιηκότι μήτʼ ἐνθυμουμένῳ εὕρῃ φιλόσοφον τὸν λέγοντα μεγαλοφυὴς καὶ ἁπλοῦς καὶ ἀκέραιος, τί δοκεῖς ἄλλο αὐτὸν λέγειν ἢ οὗτός τινά ποτέ μου χρείαν ἔχει;

ἢ εἰπέ μοι, τί μεγαλοφυοῦς ἔργον ἐπιδέδεικται; ἰδοὺ σύνεστί σοι τοσούτῳ χρόνῳ, διαλεγομένου σου ἀκήκοεν, ἀναγιγνώσκοντος ἀκήκοεν. κατέσταλται, ἐπέστραπται ἐφʼ αὑτόν; ᾔσθηται, ἐν οἵοις κακοῖς ἐστιν; ἀποβέβληκεν οἴησιν; ζητεῖ τὸν διδάξοντα;

— ζητεῖ, φησί. — τὸν διδάξοντα, πῶς δεῖ βιοῦν; οὔ, μωρέ· ἀλλὰ πῶς δεῖ φράζειν· τούτου γὰρ ἕνεκα καὶ σὲ θαυμάζει. ἄκουσον αὐτοῦ, τίνα λέγει. οὗτος ὁ ἄνθρωπος πάνυ τεχνικώτατα γράφει, Δίωνος πολὺ κάλλιον. ὅλον ἄλλο ἐστίν.

μή τι λέγει ὁ ἄνθρωπος αἰδήμων ἐστίν, οὗτος πιστός ἐστιν, οὗτος ἀτάραχός ἐστιν; εἰ δὲ καὶ ἔλεγεν, εἶπον ἂν αὐτῷ ἐπειδὴ οὗτος πιστός ἐστιν, οὗτος ὁ πιστὸς τί ἐστιν; καὶ εἰ μὴ εἶχεν εἰπεῖν, προσέθηκα ἂν ὅτι πρῶτον μάθε, τί λέγεις, εἶθʼ οὕτως λέγε.