Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

κακαί, ἔφη, κεφαλαί, οὐ μενεῖτε; ἀλλʼ ἀθλητῶν μὲν ὄλεθρον ἢ μάχην ὀψόμενοι ἄπιτε ὁδὸν τοσαύτην εἰς Ὀλυμπίαν· πυρετοῦ δὲ καὶ ἀνθρώπου μάχην ἰδεῖν οὐ βούλεσθε;

ταχύ γʼ ἂν ὁ τοιοῦτος ἐνεκάλεσεν τῷ θεῷ καταπεπομφότι αὐτὸν ὡς παρʼ ἀξίαν αὐτῷ χρωμένῳ, ὅς γε ἐνεκαλλωπίζετο ταῖς περιστάσεσι καὶ θέαμα εἶναι ἠξίου τῶν παριόντων. ἐπὶ τίνι γὰρ ἐγκαλέσει; ὅτι εὐσχημονεῖ; ὅτί κατηγορεῖ; ὅτι λαμπροτέραν ἐπιδείκνυται τὴν ἀρετὴν τὴν ἑαυτοῦ;

ἄγε, περὶ πενίας δὲ τί λέγει, περὶ θανάτου, περὶ πόνου; πῶς συνέκρινεν τὴν εὐδαιμονίαν τὴν αὑτοῦ τῇ μεγάλου βασιλέως;

μᾶλλον δʼ οὐδὲ συγκριτὸν ᾤετο εἶναι. ὅπου γὰρ ταραχαὶ καὶ λῦπαι καὶ φόβοι καὶ ὀρέξεις ἀτελεῖς καὶ ἐκκλίσεις περιπίπτουσαι καὶ φθόνοι καὶ ζηλοτυπίαι, ποῦ ἐκεῖ πάροδος εὐδαιμονίας; ὅπου δʼ ἂν ᾖ σαπρὰ δόγματα, ἐκεῖ πάντα ταῦτα εἶναι ἀνάγκη.

πυθομένου δὲ τοῦ νεανίσκου, εἰ νοσήσας ἀξιοῦντος φίλου πρὸς αὐτὸν ἐλθεῖν ὥστε νοσοκομηθῆναι ὑπακούσει, Ποῦ δὲ φίλον μοι δώσεις Κυνικοῦ;

ἔφη. δεῖ γὰρ αὐτὸν ἄλλον εἶναι τοιοῦτον, ἵνʼ ἄξιος ᾖ φίλος αὐτοῦ ἀριθμεῖσθαι. κοινωνὸν αὐτὸν εἶναι δεῖ τοῦ σκήπτρου καὶ τῆς βασιλείας καὶ διάκονον ἄξιον, εἰ μέλλει φιλίας ἀξιωθήσεσθαι, ὡς Διογένης Ἀντισθένους ἐγένετο, ὡς Κράτης Διογένους.

ἢ δοκεῖ σοι, ὅτι, ἂν χαίρειν αὐτῷ λέγῃ προσερχόμενος, φίλος ἐστὶν αὐτοῦ κἀκεῖνος αὐτὸν ἄξιον ἡγήσεται τοῦ πρὸς αὐτὸν εἰσελθεῖν;

ὥστε ἄν σοι δοκῇ καὶ ἐνθυμηθῇς τι τοιοῦτον, κοπρίαν μᾶλλον περιβλέπου κομψήν, ἐν ᾗ πυρέξεις, ἀποσκέπουσαν τὸν βορέαν, ἵνα μὴ περιψυγῇς.

σὺ δέ μοι δοκεῖς θέλειν εἰς οἶκόν τινος ἀπελθὼν διὰ χρόνου χορτασθῆναι. τί οὖν σοι καὶ ἐπιχειρεῖν πράγματι τηλικούτῳ;

γάμος δʼ, ἔφη, καὶ παῖδες προηγουμένως παραληφθήσονται ὑπὸ τοῦ Κυνικοῦ; — ἄν μοι σοφῶν, ἔφη, δῷς πόλιν, τάχα μὲν οὐδʼ ἥξει τις ῥᾳδίως ἐπὶ τὸ κυνίζειν. τίνων γὰρ ἕνεκα ἀναδέξηται ταύτην τὴν διεξαγωγήν;

ὅμως δʼ ἂν ὑποθώμεθα, οὐδὲν κωλύσει καὶ γῆμαι αὐτὸν καὶ παιδοποιήσασθαι. καὶ γὰρ ἡ γυνὴ αὐτοῦ ἔσται ἄλλη τοιαύτη καὶ ὁ πενθερὸς ἄλλος τοιοῦτος καὶ τὰ παιδία οὕτως ἀνατραφήσεται.

τοιαύτης δʼ οὔσης καταστάσεως, οἵα νῦν ἐστιν, ὡς ἐν παρατάξει, μή ποτʼ ἀπερίσπαστον εἶναι δεῖ τὸν Κυνικόν, ὅλον πρὸς τῇ διακονίᾳ τοῦ θεοῦ, ἐπιφοιτᾶν ἀνθρώποις δυνάμενον, οὐ προσδεδεμένον καθήκουσιν ἰδιωτικοῖς οὐδʼ ἐμπεπλεγμένον σχέσεσιν, ἃς παραβαίνων οὐκέτι σώσει τὸ τοῦ καλοῦ καὶ ἀγαθοῦ πρόσωπον, τηρῶν δʼ ἀπολεῖ τὸν ἄγγελον καὶ κατάσκοπον καὶ κήρυκα τῶν θεῶν;

ὅρα γάρ, ὅτι αὐτὸν ἀποδεικνύναι δεῖ τινα τῷ πενθερῷ, ἀποδιδόναι τοῖς ἄλλοις συγγενέσι τῆς γυναικός, αὐτῇ τῇ γυναικί· εἰς νοσοκομίας λοιπὸν ἐκκλείεται, εἰς πορισμόν.

ἵνα τἆλλα ἀφῶ, δεῖ αὐτὸν κουκκούμιον, ὅπου θερμὸν ποιήσει τῷ παιδίῳ, ἵνʼ αὐτὸ λούσῃ εἰς σκάφην· ἐρίδια τεκούσῃ τῇ γυναικί, ἔλαιον, κραβάττιον, ποτήριον (γίνεται ἤδη πλείω σκευάρια)

· τὴν ἄλλην ἀσχολίαν, τὸν περισπασμόν. ποῦ μοι λοιπὸν ἐκεῖνος ὁ βασιλεὺς ὁ τοῖς κοινοῖς προσευκαιρῶν,

ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν·
ὃν δεῖ τοὺς ἄλλους ἐπισκοπεῖν, τοὺς γεγαμηκότας, τοὺς πεπαιδοποιημένους, τίς καλῶς χρῆται τῇ αὑτοῦ γυναικί, τίς κακῶς, τίς διαφέρεται, ποία οἰκία εὐσταθεῖ, ποία οὔ, ὡς ἰατρὸν περιερχόμενον καὶ τῶν σφυγμῶν ἁπτόμενον;

σὺ πυρέττεις, σὺ κεφαλαλγεῖς, σὺ ποδαγρᾷς· σὺ ἀνάτεινον, σὺ φάγε, σὺ ἀλούτησον· σὲ δεῖ τμηθῆναι, σὲ δεῖ καυθῆναι.

ποῦ σχολὴ τῷ εἰς τὰ ἰδιωτικὰ καθήκοντα ἐνδεδεμένῳ; οὐ δεῖ αὐτὸν πορίσαι ἱματίδια τοῖς παιδίοις; ἄγε, πρὸς γραμματιστὴν ἀποστεῖλαι πινακίδια ἔχοντα, γραφεῖα, τιτλάρια, καὶ τούτοις κραβάττιον ἑτοιμάσαι; οὐ γὰρ ἐκ τῆς κοιλίας ἐξελθόντα δύναται Κυνικὰ εἶναι· εἰ δὲ μή, κρεῖσσον ἦν αὐτὰ γενόμενα ῥῖψαι ἢ οὕτως ἀποκτεῖναι.

σκόπει, ποῦ κατάγομεν τὸν Κυνικόν, πῶς αὐτοῦ τὴν βασιλείαν ἀφαιρούμεθα.