Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἴδε κυνικαὶ φωναί, ἴδε χαρακτήρ, ἴδʼ ἐπιβολή. οὔ· ἀλλὰ πηρίδιον καὶ ξύλον καὶ γνάθοι μεγάλαι· καταφαγεῖν πᾶν ὃ εἂν δῷς ἢ ἀποθησαυρίσαι ἢ τοῖς ἀπαντῶσι λοιδορεῖσθαι ἀκαίρως ἢ καλὸν τὸν ὦμον δεικνύειν.

τηλικούτῳ πράγματι ὁρᾷς πῶς μέλλεις ἐγχειρεῖν; ἔσοπτρον πρῶτον λάβε, ἴδε σου τοὺς ὤμους, κατάμαθε τὴν ὀσφύν, τοὺς μηρούς. Ὀλύμπια μέλλεις ἀπογράφεσθαι, ἄνθρωπε, οὐχί τινά ποτε ἀγῶνα ψυχρὸν καὶ ταλαίπωρον.

οὐκ ἔστιν ἐν Ὀλυμπίοις νικηθῆναι μόνον καὶ ἐξελθεῖν, ἀλλὰ πρῶτον μὲν ὅλης τῆς οἰκουμένης βλεπούσης δεῖ ἀσχημονῆσαι, οὐχὶ Ἀθηναίων μόνον ἢ Λακεδαιμονίων ἢ Νικοπολιτῶν, εἶτα καὶ δέρεσθαι δεῖ τὸν εἰκῇ ἐξελθόντα, πρὸ δὲ τοῦ δαρῆναι διψῆσαι, καυματισθῆναι, πολλὴν ἁφὴν καταπιεῖν.

βούλευσαι ἐπιμελέστερον, γνῶθι σαυτόν, ἀνάκρινον τὸ δαιμόνιον, δίχα θεοῦ μὴ ἐπιχειρήσῃς. ἂν γὰρ συμβουλεύσῃ, ἴσθι ὅτι μέγαν σε θέλει γενέσθαι ἢ πολλὰς πληγὰς λαβεῖν.

καὶ γὰρ τοῦτο λίαν κομψὸν τῷ Κυνικῷ παραπέπλεκται· δέρεσθαι αὐτὸν δεῖ ὡς ὄνον καὶ δερόμενον φιλεῖν αὐτοὺς τοὺς δέροντας ὡς πατέρα πάντων, ὡς ἀδελφόν.

οὔ· ἀλλʼ ἄν τίς σε δέρῃ, κραύγαζε στὰς ἐν τῷ μέσῳ ὦ Καῖσαρ, ἐν τῇ σῇ εἰρήνῃ οἷα πάσχω; ἄγωμεν ἐπὶ τὸν ἀνθύπατον.

Κυνικῷ δὲ Καῖσαρ τί ἐστιν ἢ ἀνθύπατος ἢ ἄλλος ἢ ὁ καταπεπομφὼς αὐτὸν καὶ ᾧ λατρεύει, ὁ Ζεύς; ἄλλον τινὰ ἐπικαλεῖται ἢ ἐκεῖνον; οὐ πέπεισται δʼ, ὅ τι ἂν πάσχῃ τούτων, ὅτι ἐκεῖνος αὐτὸν γυμνάζει;

ἀλλʼ ὁ μὲν Ἡρακλῆς ὑπὸ Εὐρυσθέως γυμναζόμενος οὐκ ἐνόμιζεν ἄθλιος εἶναι, ἀλλʼ ἀόκνως ἐπετέλει πάντα τὰ προσταττόμενα· οὗτος δʼ ὑπὸ τοῦ Διὸς ἀθλούμενος καὶ γυμναζόμενος μέλλει κεκραγέναι καὶ ἀγανακτεῖν, ἄξιος φορεῖν τὸ σκῆπτρον τὸ Διογένους; ἄκουε, τί λέγει ἐκεῖνος πυρέσσων πρὸς τοὺς παριόντας·

κακαί, ἔφη, κεφαλαί, οὐ μενεῖτε; ἀλλʼ ἀθλητῶν μὲν ὄλεθρον ἢ μάχην ὀψόμενοι ἄπιτε ὁδὸν τοσαύτην εἰς Ὀλυμπίαν· πυρετοῦ δὲ καὶ ἀνθρώπου μάχην ἰδεῖν οὐ βούλεσθε;

ταχύ γʼ ἂν ὁ τοιοῦτος ἐνεκάλεσεν τῷ θεῷ καταπεπομφότι αὐτὸν ὡς παρʼ ἀξίαν αὐτῷ χρωμένῳ, ὅς γε ἐνεκαλλωπίζετο ταῖς περιστάσεσι καὶ θέαμα εἶναι ἠξίου τῶν παριόντων. ἐπὶ τίνι γὰρ ἐγκαλέσει; ὅτι εὐσχημονεῖ; ὅτί κατηγορεῖ; ὅτι λαμπροτέραν ἐπιδείκνυται τὴν ἀρετὴν τὴν ἑαυτοῦ;

ἄγε, περὶ πενίας δὲ τί λέγει, περὶ θανάτου, περὶ πόνου; πῶς συνέκρινεν τὴν εὐδαιμονίαν τὴν αὑτοῦ τῇ μεγάλου βασιλέως;

μᾶλλον δʼ οὐδὲ συγκριτὸν ᾤετο εἶναι. ὅπου γὰρ ταραχαὶ καὶ λῦπαι καὶ φόβοι καὶ ὀρέξεις ἀτελεῖς καὶ ἐκκλίσεις περιπίπτουσαι καὶ φθόνοι καὶ ζηλοτυπίαι, ποῦ ἐκεῖ πάροδος εὐδαιμονίας; ὅπου δʼ ἂν ᾖ σαπρὰ δόγματα, ἐκεῖ πάντα ταῦτα εἶναι ἀνάγκη.

πυθομένου δὲ τοῦ νεανίσκου, εἰ νοσήσας ἀξιοῦντος φίλου πρὸς αὐτὸν ἐλθεῖν ὥστε νοσοκομηθῆναι ὑπακούσει, Ποῦ δὲ φίλον μοι δώσεις Κυνικοῦ;

ἔφη. δεῖ γὰρ αὐτὸν ἄλλον εἶναι τοιοῦτον, ἵνʼ ἄξιος ᾖ φίλος αὐτοῦ ἀριθμεῖσθαι. κοινωνὸν αὐτὸν εἶναι δεῖ τοῦ σκήπτρου καὶ τῆς βασιλείας καὶ διάκονον ἄξιον, εἰ μέλλει φιλίας ἀξιωθήσεσθαι, ὡς Διογένης Ἀντισθένους ἐγένετο, ὡς Κράτης Διογένους.

ἢ δοκεῖ σοι, ὅτι, ἂν χαίρειν αὐτῷ λέγῃ προσερχόμενος, φίλος ἐστὶν αὐτοῦ κἀκεῖνος αὐτὸν ἄξιον ἡγήσεται τοῦ πρὸς αὐτὸν εἰσελθεῖν;

ὥστε ἄν σοι δοκῇ καὶ ἐνθυμηθῇς τι τοιοῦτον, κοπρίαν μᾶλλον περιβλέπου κομψήν, ἐν ᾗ πυρέξεις, ἀποσκέπουσαν τὸν βορέαν, ἵνα μὴ περιψυγῇς.

σὺ δέ μοι δοκεῖς θέλειν εἰς οἶκόν τινος ἀπελθὼν διὰ χρόνου χορτασθῆναι. τί οὖν σοι καὶ ἐπιχειρεῖν πράγματι τηλικούτῳ;

γάμος δʼ, ἔφη, καὶ παῖδες προηγουμένως παραληφθήσονται ὑπὸ τοῦ Κυνικοῦ; — ἄν μοι σοφῶν, ἔφη, δῷς πόλιν, τάχα μὲν οὐδʼ ἥξει τις ῥᾳδίως ἐπὶ τὸ κυνίζειν. τίνων γὰρ ἕνεκα ἀναδέξηται ταύτην τὴν διεξαγωγήν;

ὅμως δʼ ἂν ὑποθώμεθα, οὐδὲν κωλύσει καὶ γῆμαι αὐτὸν καὶ παιδοποιήσασθαι. καὶ γὰρ ἡ γυνὴ αὐτοῦ ἔσται ἄλλη τοιαύτη καὶ ὁ πενθερὸς ἄλλος τοιοῦτος καὶ τὰ παιδία οὕτως ἀνατραφήσεται.

τοιαύτης δʼ οὔσης καταστάσεως, οἵα νῦν ἐστιν, ὡς ἐν παρατάξει, μή ποτʼ ἀπερίσπαστον εἶναι δεῖ τὸν Κυνικόν, ὅλον πρὸς τῇ διακονίᾳ τοῦ θεοῦ, ἐπιφοιτᾶν ἀνθρώποις δυνάμενον, οὐ προσδεδεμένον καθήκουσιν ἰδιωτικοῖς οὐδʼ ἐμπεπλεγμένον σχέσεσιν, ἃς παραβαίνων οὐκέτι σώσει τὸ τοῦ καλοῦ καὶ ἀγαθοῦ πρόσωπον, τηρῶν δʼ ἀπολεῖ τὸν ἄγγελον καὶ κατάσκοπον καὶ κήρυκα τῶν θεῶν;