Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἰδοὺ ἐκεῖνος ταῦτα, κολλύρια· κἀγὼ ἔχω. μή τι οὖν καὶ τὴν δύναμιν τὴν χρηστικὴν αὐτοῖς; μή τι οἶδας καὶ πότε καὶ πῶς ὠφελήσει καὶ τίνα;

τί οὖν κυβεύεις ἐν τοῖς μεγίστοις, τί ῥᾳδιουργεῖς, τί ἐπιχειρεῖς πράγματι μηδέν σοι προσήκοντι; ἄφες αὐτὸ τοῖς δυναμένοις, τοῖς κοσμοῦσι. μὴ προστρίβου καὶ αὐτὸς αἶσχος φιλοσοφίᾳ διὰ σαυτοῦ, μηδὲ γίνου μέρος τῶν διαβαλλόντων τὸ ἔργον.

ἀλλὰ εἴ σε ψυχαγωγεῖ τὰ θεωρήματα, καθήμενος αὐτὰ στρέφε αὐτὸς ἐπὶ σεαυτοῦ· φιλόσοφον δὲ μηδέποτʼ εἴπῃς σεαυτὸν μηδʼ ἄλλου ἀνάσχῃ λέγοντος, ἀλλὰ λέγε πεπλάνηται· ἐγὼ γὰρ οὔτʼ ὀρέγομαι ἄλλως ἢ πρότερον οὐδʼ ὁρμῶ ἐπʼ ἄλλα οὐδὲ συγκατατίθεμαι ἄλλοις οὐδʼ ὅλως ἐν χρήσει φαντασιῶν παρήλλαχά τι ἀπὸ τῆς πρότερον καταστάσεως.

ταῦτα φρόνει καὶ λέγε περὶ σεαυτοῦ, εἰ θέλεις τὰ κατʼ ἀξίαν φρονεῖν· εἰ δὲ μή, κύβευε καὶ ποίει ἃ ποιεῖς. ταῦτα γάρ σοι πρέπει.