Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἀλλʼ οὐδὲ σοφὸν εἶναι τυχὸν ἐξαρκεῖ πρὸς τὸ ἐπιμεληθῆναι νέων· δεῖ δὲ καὶ προχειρότητά τινα εἶναι καὶ ἐπιτηδειότητα πρὸς τοῦτο, νὴ τὸν Δία, καὶ σῶμα ποιὸν καὶ πρὸ πάντων τὸν θεὸν συμβουλεύειν ταύτην τὴν χώραν κατασχεῖν,

ὡς Σωκράτει συνεβούλευεν τὴν ἐλεγκτικὴν χώραν ἔχειν, ὡς Διογένει τὴν βασιλικὴν καὶ ἐπιπληκτικήν, ὡς Ζήνωνι τὴν διδασκαλικὴν καὶ δογματικήν.

σὺ δʼ ἰατρεῖον ἀνοίγεις ἄλλο οὐδὲν ἔχων ἢ φάρμακα, ποῦ δὲ ἢ πῶς ἐπιτίθεται ταῦτα, μήτε εἰδὼς μήτε πολυπραγμονήσας.

ἰδοὺ ἐκεῖνος ταῦτα, κολλύρια· κἀγὼ ἔχω. μή τι οὖν καὶ τὴν δύναμιν τὴν χρηστικὴν αὐτοῖς; μή τι οἶδας καὶ πότε καὶ πῶς ὠφελήσει καὶ τίνα;

τί οὖν κυβεύεις ἐν τοῖς μεγίστοις, τί ῥᾳδιουργεῖς, τί ἐπιχειρεῖς πράγματι μηδέν σοι προσήκοντι; ἄφες αὐτὸ τοῖς δυναμένοις, τοῖς κοσμοῦσι. μὴ προστρίβου καὶ αὐτὸς αἶσχος φιλοσοφίᾳ διὰ σαυτοῦ, μηδὲ γίνου μέρος τῶν διαβαλλόντων τὸ ἔργον.

ἀλλὰ εἴ σε ψυχαγωγεῖ τὰ θεωρήματα, καθήμενος αὐτὰ στρέφε αὐτὸς ἐπὶ σεαυτοῦ· φιλόσοφον δὲ μηδέποτʼ εἴπῃς σεαυτὸν μηδʼ ἄλλου ἀνάσχῃ λέγοντος, ἀλλὰ λέγε πεπλάνηται· ἐγὼ γὰρ οὔτʼ ὀρέγομαι ἄλλως ἢ πρότερον οὐδʼ ὁρμῶ ἐπʼ ἄλλα οὐδὲ συγκατατίθεμαι ἄλλοις οὐδʼ ὅλως ἐν χρήσει φαντασιῶν παρήλλαχά τι ἀπὸ τῆς πρότερον καταστάσεως.