Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

διὰ τοῦτο καὶ τῶν πατρίδων συμβουλεύουσιν ἀποχωρεῖν οἱ φιλόσοφοι, ὅτι τὰ παλαιὰ ἔθη περισπᾷ καὶ οὐκ ἐᾷ ἀρχὴν γενέσθαι τινὰ ἄλλου ἐθισμοῦ, οὐδὲ φέρομεν τοὺς ἀπαντῶντας καὶ λέγοντας εἴδʼ ὁ δεῖνα φιλοσοφεῖ, ὁ τοῖος καὶ ὁ τοῖος.

οὕτως καὶ οἱ ἰατροὶ τοὺς μακρονοσοῦντας ἐκπέμπουσιν εἰς ἄλλην χώραν καὶ ἄλλον ἀέρα καλῶς ποιοῦντες.

καὶ ὑμεῖς ἀντεισαγάγετε ἄλλα ἔθη· πήξατε ὑμῶν τὰς ὑπολήψεις, ἐναθλεῖτε αὐταῖς.

οὔ· ἀλλʼ ἔνθεν ἐπὶ θεωρίαν, εἰς μονομαχίαν, εἰς ξυστόν, εἰς κίρκον· εἶτʼ ἐκεῖθεν ὧδε καὶ πάλιν ἔνθεν ἐκεῖ οἱ αὐτοί.

καὶ ἔθος κομψὸν οὐδέν, οὔτε προσοχὴ οὔτʼ ἐπιστροφὴ ἐφʼ αὑτὸν καὶ παρατήρησις πῶς χρῶμαι ταῖς προσπιπτούσαις φαντασίαις; κατὰ φύσιν ἢ παρὰ φύσιν; πῶς ἀποκρίνωμαι πρὸς αὐτάς; ὡς δεῖ ἢ ὡς οὐ δεῖ; ἐπιλέγω τοῖς ἀπροαιρέτοις, ὅτι οὐδὲν πρὸς ἐμέ;

εἰ γὰρ μήπω οὕτως ἔχητε, φεύγετε ἔθη τὰ πρότερον, φεύγετε τοὺς ἰδιώτας, εἰ θέλετε ἄρξασθαί ποτέ τινες εἶναι.