Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

εἶτα ἐν τῷ ἀγῶνι παρορύσσεσθαι, ἔστιν ὅτε χεῖρα ἐκβαλεῖν, σφυρὸν στρέψαι, πολλὴν ἁφὴν καταπιεῖν, μαστιγωθῆναι· καὶ μετὰ τούτων πάντων ἔσθʼ ὅτε νικηθῆναι.

ταῦτα λογισάμενος, ἂν ἔτι θέλῃς, ἔρχου ἐπὶ τὸ ἀθλεῖν· εἰ δὲ μή, ὅρα ὅτι ὡς τὰ παιδία ἀναστραφήσῃ, ἃ νῦν μὲν ἀθλητὰς παίζει, νῦν δὲ μονομάχους, νῦν δὲ σαλπίζει, εἶτα τραγῳδεῖ ὅ τι ἂν ἴδῃ καὶ θαυμάσῃ.

οὕτως καὶ σὺ νῦν μὲν ἀθλητής, νῦν δὲ μονομάχος, εἶτα φιλόσοφος, εἶτα ῥήτωρ, ὅλῃ δὲ τῇ ψυχῇ οὐδέν, ἀλλʼ ὡς ὁ πίθηκος πᾶν ὃ ἂν ἴδῃς μιμῇ καὶ ἀεί σοι ἄλλο ἐξ ἄλλου ἀρέσκει, τὸ σύνηθες δʼ ἀπαρέσκει.

οὐ γὰρ μετὰ σκέψεως ἦλθες ἐπί τι οὐδὲ περιοδεύσας ὅλον τὸ πρᾶγμα οὐδὲ βασανίσας, ἀλλʼ εἰκῇ καὶ κατὰ ψυχρὰν ἐπιθυμίαν.

οὕτως τινὲς ἰδόντες φιλόσοφον καὶ ἀκούσαντές τινος οὕτως λέγοντος, ὡς Εὐφράτης λέγει (καίτοι τίς οὕτως δύναται εἰπεῖν ὡς ἐκεῖνος;), θέλουσιν καὶ αὐτοὶ φιλοσοφεῖν.

ἄνθρωπε, σκέψαι πρῶτον τί ἐστι τὸ πρᾶγμα, εἶτα καὶ τὴν σαυτοῦ φύσιν, τί δύνασαι βαστάσαι. εἰ παλαιστής, ἰδού σου τοὺς ὤμους, τοὺς μηρούς, τὴν ὀσφῦν.

ἄλλος γὰρ πρὸς ἄλλο τι πέφυκεν. δοκεῖς ὅτι ταῦτα ποιῶν δύνασαι φιλοσοφεῖν; δοκεῖς ὅτι δύνασαι ὡσαύτως ἐσθίειν, ὡσαύτως πίνειν, ὁμοίως ὀργίζεσθαι, ὁμοίως δυσαρεστεῖν;

ἀγρυπνῆσαι δεῖ, πονῆσαι, νικῆσαί τινας ἐπιθυμίας, ἀπελθεῖν ἀπὸ τῶν οἰκείων, ὑπὸ παιδαρίου καταφρονηθῆναι, ὑπὸ τῶν ἀπαντώντων καταγελασθῆναι, ἐν παντὶ ἔλασσον ἔχειν, ἐν ἀρχῇ, ἐν τιμῇ, ἐν δίκῃ.

ταῦτα περισκεψάμενος, εἴ σοι δοκεῖ, προσέρχου, εἰ θέλεις ἀντικαταλλάξασθαι τούτων ἀπάθειαν, ἐλευθερίαν, ἀταραξίαν. εἰ δὲ μή, μὴ πρόσαγε, μὴ ὡς τὰ παιδία νῦν μὲν φιλόσοφος, ὕστερον δὲ τελώνης, εἶτα ῥήτωρ, εἶτα ἐπίτροπος Καίσαρος.