Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

— τί οὖν ποιεῖ ἄνθρωπον καλὸν ἢ ὅπερ τῷ γένει καὶ κύνα καὶ ἵππον; — τοῦτο, ἔφη. — τί οὖν ποιεῖ κύνα καλόν; ἡ ἀρετὴ ἡ κυνὸς παροῦσα. τί ἵππον; ἡ ἀρετὴ ἡ ἵππου παροῦσα. τί οὖν ἄνθρωπον; μή ποθʼ ἡ ἀρετὴ ἡ ἀνθρώπου παροῦσα;

καὶ σὺ οὖν εἰ θέλεις καλὸς εἶναι, νεανίσκε, τοῦτο ἐκπόνει, τὴν ἀρετὴν τὴν ἀνθρωπικήν.

— τίς δʼ ἐστὶν αὕτη; — ὅρα, τίνας αὐτὸς ἐπαινεῖς, ὅταν δίχα πάθους τινὰς ἐπαινῇς· πότερα τοὺς δικαίους ἢ τοὺς ἀδίκους; — τοὺς δικαίους. — πότερον τοὺς σώφρονας ἢ τοὺς ἀκολάστους; — τοὺς σώφρονας. — τοὺς ἐγκρατεῖς δʼ ἢ τοὺς ἀκρατεῖς; — τοὺς ἐγκρατεῖς.