Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

μέχρι δὲ νῦν οὐ τολμῶ σοι λέγειν, ὅτι αἰσχρὸς εἶ· δοκεῖς γάρ μοι πάντα θέλειν ἀκοῦσαι ἢ τοῦτο.

ἀλλʼ ὅρα, τί λέγει Σωκράτης τῷ καλλίστῳ πάντων καὶ ὡραιοτάτῳ Ἀλκιβιάδῃ· πειρῶ οὖν καλὸς εἶναι. τί αὐτῷ λέγει; πλάσσε σου τὴν κόμην καὶ τίλλε σου τὰ σκέλη; μὴ γένοιτο· ἀλλὰ κόσμει σου τὴν προαίρεσιν, ἔξαιρε τὰ φαῦλα δόγματα.

τὸ σωμάτιον οὖν πῶς; ὡς πέφυκεν. ἄλλῳ τούτων ἐμέλησεν· ἐκείνῳ ἐπίστρεψον.

— τί οὖν; ἀκάθαρτον δεῖ εἶναι; — μὴ γένοιτο· ἀλλʼ ὃς εἶ καὶ πέφυκας, τοῦτον κάθαιρε, ἄνδρα ὡς ἄνδρα καθάριον εἶναι, γυναῖκα ὡς γυναῖκα, παιδίον ὡς παιδίον.

οὔ· ἀλλὰ καὶ τοῦ λέοντος ἐκτίλωμεν τὴν κόμην, ἵνα μὴ ἀκάθαρτος ᾖ, καὶ τοῦ ἀλεκτρυόνος τὸν λόφον· δεῖ γὰρ καὶ τοῦτον καθάριον εἶναι. ἀλλʼ ὡς ἀλεκτρυόνα καὶ ἐκεῖνον ὡς λέοντα καὶ τὸν κυνηγετικὸν κύνα ὡς κυνηγετικόν.

τρεῖς εἰσι τόποι, περὶ οὓς ἀσκηθῆναι δεῖ τὸν ἐσόμενον καλὸν καὶ ἀγαθόν· ὁ περὶ τὰς ὀρέξεις καὶ τὰς ἐκκλίσεις, ἵνα μήτʼ ὀρεγόμενος ἀποτυγχάνῃ μήτʼ ἐκκλίνων περιπίπτῃ·

ὁ περὶ τὰς ὁρμὰς καὶ ἀφορμὰς καὶ ἁπλῶς ὁ περὶ τὸ καθῆκον, ἵνα τάξει, ἵνα εὐλογίστως, ἵνα μὴ ἀμελῶς· τρίτος ἐστὶν ὁ περὶ τὴν ἀνεξαπατησίαν καὶ ἀνεικαιότητα καὶ ὅλως ὁ περὶ τὰς συγκαταθέσεις.

τούτων κυριώτατος καὶ μάλιστα ἐπείγων ἐστὶν ὁ περὶ τὰ πάθη· πάθος γὰρ ἄλλως οὐ γίνεται εἰ μὴ ὀρέξεως ἀποτυγχανούσης ἢ ἐκκλίσεως περιπιπτούσης. οὗτός ἐστιν ὁ ταραχάς, θορύβους, ἀτυχίας, ὁ δυστυχίας ἐπιφέρων, ὁ πένθη, οἰμωγάς, φθόνους, ὁ φθονερούς, ὁ ζηλοτύπους ποιῶν, διʼ ὧν οὐδʼ ἀκοῦσαι λόγου δυνάμεθα.

δεύτερός ἐστιν ὁ περὶ τὸ καθῆκον· οὐ δεῖ γάρ με εἶναι ἀπαθῆ ὡς ἀνδριάντα, ἀλλὰ τὰς σχέσεις τηροῦντα τὰς φυσικὰς καὶ ἐπιθέτους ὡς εὐσεβῆ, ὡς υἱόν, ὡς ἀδελφόν, ὡς πατέρα, ὡς πολίτην.

τρίτος ἐστὶν ὁ ἤδη τοῖς προκόπτουσιν ἐπιβάλλων, ὁ περὶ τὴν αὐτῶν τούτων ἀσφάλειαν, ἵνα μηδʼ ἐν ὕπνοις λάθῃ τις ἀνεξέταστος παρελθοῦσα φαντασία μηδʼ ἐν οἰνώσει μηδὲ μελαγχολῶντος. — τοῦτο ὑπὲρ ἡμᾶς, φησίν, ἐστίν.

— οἱ δὲ νῦν φιλόσοφοι ἀφέντες τὸν πρῶτον τόπον καὶ τὸν δεύτερον καταγίνονται περὶ τὸν τρίτον· μεταπίπτοντας, ἠρωτῆσθαι περαίνοντας, ὑποθετικούς, ψευδομένους.

— δεῖ γάρ, φησίν, καὶ ἐν ταῖς ὕλαις ταύταις γενόμενον διαφυλάξαι τὸ ἀνεξαπάτητον.

— τίνα; τὸν καλὸν καὶ ἀγαθόν. σοὶ οὖν τοῦτο λείπει; τὰς ἄλλας ἐκπεπόνηκας; περὶ κερμάτιον ἀνεξαπάτητος εἶ; ἐὰν ἴδῃς κοράσιον καλόν, ἀντέχεις τῇ φαντασίᾳ; ἂν ὁ γείτων σου κληρονομήσῃ, οὐ δάκνῃ; νῦν οὐδὲν ἄλλο σοι λείπει ἢ ἀμεταπτωσία;

τάλας, αὐτὰ ταῦτα τρέμων μανθάνεις καὶ ἀγωνιῶν, μή τίς σου καταφρονήσῃ, καὶ πυνθανόμενος, μή τίς τι περὶ σοῦ λέγει.

κἄν τις ἐλθὼν εἴπῃ σοι ὅτι λόγου γινομένου, τίς ἄριστός ἐστι τῶν φιλοσόφων, παρών τις ἔλεγεν, ὅτι εἷς φιλόσοφος ὁ δεῖνα, γέγονέ σου τὸ ψυχάριον ἀντὶ δακτυλιαίου δίπηχυ. ἂν δʼ ἄλλος παρὼν εἴπῃ οὐδὲν εἴρηκας, οὐκ ἔστιν ἄξιον τοῦ δεῖνος ἀκροᾶσθαι· τί γὰρ οἶδεν; τὰς πρώτας ἀφορμὰς ἔχει, πλέον δʼ οὐδέν, ἐξέστηκας, ὠχρίακας, εὐθὺς κέκραγας ἐγὼ αὐτῷ δείξω, τίς εἰμι, ὅτι μέγας φιλόσοφος.

βλέπεται ἐξ αὐτῶν τούτων. τί θέλεις ἐξ ἄλλων δεῖξαι; οὐκ οἶδας, ὅτι Διογένης τῶν σοφιστῶν τινα οὕτως ἔδειξεν ἐκτείνας τὸν μέσον δάκτυλον, εἶτα ἐκμανέντος αὐτοῦ οὗτός ἐστιν, ἔφη, ὁ δεῖνα· ἔδειξα ὑμῖν αὐτόν;

ἄνθρωπος γὰρ δακτύλῳ οὐ δείκνυται ὡς λίθος ἢ ὡς ξύλον, ἀλλʼ ὅταν τις τὰ δόγματα αὐτοῦ δείξῃ, τότε αὐτὸν ὡς ἄνθρωπον ἔδειξεν.

βλέπωμεν καὶ σοῦ τὰ δόγματα. μὴ γὰρ οὐ δῆλόν ἐστιν, ὅτι σὺ τὴν προαίρεσιν τὴν σαυτοῦ ἐν οὐδενὶ τίθεσαι, ἔξω δὲ βλέπεις εἰς τὰ ἀπροαίρετα, τί ἐρεῖ ὁ δεῖνα καὶ τίς εἶναι δόξεις, εἰ φιλόλογος, εἰ Χρύσιππον ἀνεγνωκὼς ἢ Ἀντίπατρον; εἰ μὲν γὰρ καὶ Ἀρχέδημον, ἀπέχεις ἅπαντα.

τί ἔτι ἀγωνιᾷς, μὴ οὐ δείξῃς ἡμῖν, τίς εἶ; θέλεις σοι εἴπω, τίνα ἡμῖν ἔδειξας; ἄνθρωπον παριόντα ταπεινόν, μεμψίμοιρον, ὀξύθυμον, δειλόν, πάντα μεμφόμενον, πᾶσιν ἐγκαλοῦντα, μηδέποτε ἡσυχίαν ἄγοντα, πέρπερον· ταῦτα ἡμῖν ἔδειξας.

ἄπελθε νῦν καὶ ἀναγίγνωσκε Ἀρχέδημον· εἶτα μῦς ἂν καταπέσῃ καὶ ψοφήσῃ, ἀπέθανες. τοιοῦτος γάρ σε μένει θάνατος, οἷον καὶ τὸν — τίνα ποτʼ ἐκεῖνον; — τὸν Κρῖνιν. καὶ ἐκεῖνος μέγα ἐφρόνει, ὅτι ἐνόει Ἀρχέδημον.