Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

οὕτως περίεργος εἶ, ὦ Σώκρατες, καὶ πολυπράγμων; τί δέ σοι μέλει, τί ποιοῦμεν; οἷον καὶ λέγεις; κοινωνός μου ὢν καὶ συγγενὴς ἀμελεῖς σεαυτοῦ καὶ τῇ πόλει παρέχεις πολίτην κακὸν καὶ τοῖς συγγενέσι συγγενῆ καὶ τοῖς γείτοσι γείτονα.

σὺ οὖν τίς εἶ; ἐνταῦθα μέγα ἐστὶ τὸ εἰπεῖν ὅτι οὗτός εἰμι, ᾧ δεῖ μέλειν ἀνθρώπων. οὐδὲ γὰρ λέοντι τὸ τυχὸν βοίδιον τολμᾷ ἀντιστῆναι αὐτῷ· ἂν δʼ ὁ ταῦρος προσελθὼν ἀνθίστηται, λέγε αὐτῷ, ἄν σοι δόξῃς, σὺ δὲ τίς εἶ; καὶ τί σοὶ μέλει;

ἄνθρωπε, ἐν παντὶ γένει φύεταί τι ἐξαίρετον· ἐν βουσίν, ἐν κυσίν, ἐν μελίσσαις, ἐν ἵπποις. μὴ δὴ λέγε τῷ ἐξαιρέτῳ σὺ οὖν τί εἶ; εἰ δὲ μή, ἐρεῖ σοι φωνήν ποθεν λαβὸν ἐγώ εἰμι τοιοῦτον οἷον ἐν ἱματίῳ πορφύρα· μή μʼ ἀξίου ὅμοιον εἶναι τοῖς ἄλλοις ἢ τῇ φύσει μου μέμφου, ὅτι με διαφέροντα παρὰ τοὺς ἄλλους ἐποίησεν.

τί οὖν; ἐγὼ τοιοῦτος; πόθεν; σὺ γὰρ τοιοῦτος οἷος ἀκούειν τἀληθῆ; ὤφελεν. ἀλλʼ ὅμως ἐπεί πως κατεκρίθην πώγωνα ἔχειν πολιὸν καὶ τρίβωνα καὶ σὺ εἰσέρχῃ πρὸς ἐμὲ ὡς πρὸς φιλόσοφον, οὐ χρήσομαί σοι ὠμῶς οὐδʼ ἀπογνωστικῶς, ἀλλʼ ἐρῶ· νεανίσκε, τίνα θέλεις καλὸν ποιεῖν; γνῶθι πρῶτον τίς εἶ καὶ οὕτως κόσμει σεαυτόν.

ἄνθρωπος εἶ· τοῦτο δʼ ἐστὶ θνητὸν ζῷον χρηστικὸν φαντασίαις λογικῶς. τὸ δὲ λογικῶς τί ἐστιν; φύσει ὁμολογουμένως καὶ τελέως. τί οὖν ἐξαίρετον ἔχεις; τὸ ζῷον; οὔ. τὸ θνητόν; οὔ. τὸ χρηστικὸν φαντασίαις;