Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

καὶ λοιπὸν αὐτοῦ που πέπαυται. εἰ δὲ καὶ αὐτός που προσειλήφει παρακολούθησιν τῇ χρήσει τῶν φαντασιῶν, καὶ δῆλον ὅτι κατὰ λόγον οὐκέτʼ ἂν ἡμῖν ὑπετέτακτο οὐδὲ τὰς χρείας ταύτας παρεῖχεν, ἀλλʼ ἦν ἂν ἴσος ἡμῖν καὶ ὅμοιος.

οὐ θέλεις οὖν ἐκεῖ ζητεῖν τὴν οὐσίαν τοῦ ἀγαθοῦ, οὗ μὴ παρόντος ἐπʼ οὐδενὸς τῶν ἄλλων θέλεις λέγειν τὸ ἀγαθόν;

τί οὖν; οὐκ ἔστι θεῶν ἔργα κἀκεῖνα; ἔστιν, ἀλλʼ οὐ προηγούμενα οὐδὲ μέρη θεῶν.

σὺ δὲ προηγούμενον εἶ, σὺ ἀπόσπασμα εἶ τοῦ θεοῦ· ἔχεις τι ἐν σεαυτῷ μέρος ἐκείνου. τί οὖν ἀγνοεῖς σου τὴν συγγένειαν; τί οὐκ οἶδας, πόθεν ἐλήλυθας;

οὐ θέλεις μεμνῆσθαι, ὅταν ἐσθίῃς, τίς ὢν ἐσθίεις καὶ τίνα τρέφεις; ὅταν συνουσίᾳ χρῇ, τίς ὢν χρῇ; ὅταν ὁμιλίᾳ; ὅταν γυμνάζῃ, ὅταν διαλέγῃ, οὐκ οἶδας ὅτι θεὸν τρέφεις, θεὸν γυμνάζεις; θεὸν περιφέρεις, τάλας, καὶ ἀγνοεῖς.

δοκεῖς με λέγειν ἀργυροῦν τινα ἢ χρυσοῦν ἔξωθεν; ἐν σαυτῷ φέρεις αὐτὸν καὶ μολύνων οὐκ αἰσθάνῃ ἀκαθάρτοις μὲν διανοήμασι, ῥυπαραῖς δὲ πράξεσι.

καὶ ἀγάλματος μὲν τοῦ θεοῦ παρόντος οὐκ ἂν τολμήσαις τι τούτων ποιεῖν ὧν ποιεῖς. αὐτοῦ δὲ τοῦ θεοῦ παρόντος ἔσωθεν καὶ ἐφορῶντος πάντα καὶ ἐπακούοντος οὐκ αἰσχύνῃ ταῦτα ἐνθυμούμενος καὶ ποιῶν, ἀναίσθητε τῆς αὑτοῦ φύσεως καὶ θεοχόλωτε;