Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

διὰ τὸ ἀκαίρως μαντεύεσθαι πολλοὶ καθήκοντα πολλὰ παραλείπομεν.

τί γὰρ ὁ μάντις δύναται πλέον ἰδεῖν θανάτου ἢ κινδύνου ἢ νόσου ἢ ὅλως τῶν τοιούτων;

ἂν οὖν δέῃ κινδυνεῦσαι ὑπὲρ τοῦ φίλου, ἂν δὲ καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ καθήκῃ, ποῦ μοι καιρὸς ἔτι μαντεύεσθαι; οὐκ ἔχω τὸν μάντιν ἔσω τὸν εἰρηκότα μοι τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, τὸν ἐξηγημένον τὰ σημεῖα ἀμφοτέρων;

τί οὖν ἔτι χρείαν ἔχω τῶν σπλάγχνων ἢ τῶν οἰωνῶν; ἀλλʼ ἀνέχομαι λέγοντος ἐκείνου συμφέρει σοι; τί γάρ ἐστι συμφέρον οἶδεν;

τί ἐστιν ἀγαθὸν οἶδεν; μεμάθηκεν ὥσπερ τὰ σημεῖα τῶν σπλάγχνων οὕτως σημεῖα τίνα ἀγαθῶν καὶ κακῶν; εἰ γὰρ τούτων οἶδεν σημεῖα, καὶ καλῶν καὶ αἰσχρῶν οἶδεν καὶ δικαίων καὶ ἀδίκων.

ἄνθρωπε, σύ μοι λέγε τί σημαίνεται, ζωὴ ἢ θάνατος, πενία ἢ πλοῦτος· πότερον δὲ συμφέρει ταῦτα ἢ ἀσύμφορά ἐστιν, σοῦ μέλλω πυνθάνεσθαι;

διὰ τί ἐν γραμματικοῖς οὐ λέγεις; ἐνθάδʼ οὖν, ὅπου πάντες ἄνθρωποι πλανώμεθα καὶ πρὸς ἀλλήλους μαχόμεθα;