Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

οἱ μὲν ἄλλοι ἀπαντῶντές σοι συγχαρήσονται ὅτι ἐσώθης, ὁ δʼ εἰδὼς βλέπειν τὰ τοιαῦτα, ἂν μὲν ἴδῃ ὅτι εὐσχημόνως ἀνεστράφης ἐν τούτῳ, ἐπαινέσει καὶ συνησθήσεται· ἂν δὲ διʼ ἀσχημοσύνην τινὰ διασεσωσμένον, τὰ ἐναντία. ὅπου γὰρ τὸ χαίρειν εὐλόγως, ἐκεῖ καὶ τὸ συγχαίρειν.

πῶς οὖν λέγεται τῶν ἐκτός τινα κατὰ φύσιν καὶ παρὰ φύσιν; ὥσπερ ἂν εἰ ἀπόλυτοι ἦμεν. τῷ γὰρ ποδὶ κατὰ φύσιν εἶναι ἐρῶ τὸ καθαρῷ εἶναι, ἀλλʼ, ἂν αὐτὸν ὡς πόδα λάβῃς καὶ ὡς μὴ ἀπόλυτον, καθήξει αὐτὸν καὶ εἰς πηλὸν ἐμβαίνειν καὶ ἀκάνθας πατῆσαι καὶ ἔστιν ὅτε ἀποκοπῆναι ὑπὲρ τοῦ ὅλου· εἰ δὲ μή, οὐκέτι ἔσται πούς. τοιοῦτόν τι καὶ ἐφʼ ἡμῶν ὑπολαβεῖν δεῖ.

τί εἶ; ἄνθρωπος. εἰ μὲν ὡς ἀπόλυτον σκοπεῖς, κατὰ φύσιν ἐστὶ ζῆσαι μέχρι γήρως, πλουτεῖν, ὑγιαίνειν. εἰ δʼ ὡς ἄνθρωπον σκοπεῖς καὶ μέρος ὅλου τινός, διʼ ἐκεῖνο τὸ ὅλον νῦν μέν σοι νοσῆσαι καθήκει, νῦν δὲ πλεῦσαι καὶ κινδυνεῦσαι, νῦν δʼ ἀπορηθῆναι, πρὸ ὥρας δʼ ἔστιν ὅτʼ ἀποθανεῖν.

τί οὖν ἀγανακτεῖς; οὐκ οἶδας ὅτι ὡς ἐκεῖνος οὐκέτι ἔσται πούς, οὕτως οὐδὲ σὺ ἄνθρωπος; τί γάρ ἐστιν ἄνθρωπος; μέρος πόλεως, πρώτης μὲν τῆς ἐκ θεῶν καὶ ἀνθρώπων, μετὰ ταῦτα δὲ τῆς ὡς ἔγγιστα λεγομένης, ἥ τί ἐστι μικρὸν τῆς ὅλης μίμημα.

νῦν οὖν ἐμὲ κρίνεσθαι; νῦν οὖν ἄλλον πυρέσσειν, ἄλλον πλεῖν, ἄλλον ἀποθνῄσκειν, ἄλλον κατακεκρίσθαι; ἀδύνατον γὰρ ἐν τοιούτῳ σώματι, ἐν τούτῳ τῷ περιέχοντι, τούτοις τοῖς συζῶσιν μὴ συμπίπτειν ἄλλοις ἄλλα τοιαῦτα.

σὸν οὖν ἔργον ἐλθόντα εἰπεῖν ἃ δεῖ, διαθέσθαι ταῦτα ὡς ἐπιβάλλει.

εἶτα ἐκεῖνος λέγει κρίνω σε ἀδικεῖν. εὖ σοι γένοιτο. ἐποίησα ἐγὼ τὸ ἐμόν, εἰ δὲ καὶ σὺ τὸ σὸν ἐποίησας, ὄψει αὐτός. ἔστι γάρ τις κἀκείνου κίνδυνος, μή σε λανθανέτω.

τὸ συνημμένον ἀδιάφορον· ἡ κρίσις ἡ περὶ αὐτοῦ οὐκ ἀδιάφορος, ἀλλʼ ἢ ἐπιστήμη ἢ δόξα ἢ ἀπάτη. οὕτως τὸ ζῆν ἀδιάφορον, ἡ χρῆσις οὐκ ἀδιάφορος.

μή ποτʼ οὖν, ὅταν εἴπῃ τις ὑμῖν ἀδιαφορεῖν καὶ ταῦτα, ἀμελεῖς γίνεσθε, μήθʼ ὅταν εἰς ἐπιμέλειάν τις ὑμᾶς παρακαλῇ, ταπεινοὶ καὶ τᾶς ὕλας τεθαυμακότες.

καλὸν δὲ καὶ τὸ εἰδέναι τὴν αὑτοῦ παρασκευὴν καὶ δύναμιν, ἵνʼ ἐν οἷς μὴ παρεσκεύασαι, ἡσυχίαν ἄγῃς μηδʼ ἀγανακτῇς, εἴ τινες ἄλλοι πλεῖόν σου ἔχουσιν ἐν ἐκείνοις.

καὶ γὰρ σὺ ἐν συλλογισμοῖς πλεῖον ἀξιώσεις σεαυτὸν ἔχειν κἂν ἀγανακτῶσιν ἐπὶ τούτῳ, παραμυθήσῃ αὐτούς· ἐγὼ ἔμαθον, ὑμεῖς δʼ οὔ.