Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ᾔδει γάρ, ὑπὸ τίνος λογικὴ ψυχὴ κινεῖται, ζυγῷ ἐπιρρέψει, ἄν τε θέλῃς ἄν τε μή. λογικῷ ἡγεμονικῷ δεῖξον μάχην καὶ ἀποστήσεται· ἂν δὲ μὴ δεικνύῃς, αὐτὸς σαυτῷ μᾶλλον ἐγκάλει ἢ τῷ μὴ πειθομένῳ.

εἰσιόντος τινὸς πρὸς αὐτὸν νεανίσκου ῥητορικοῦ περιεργότερον ἡρμοσμένου τὴν κόμην καὶ τὴν ἄλλην περιβολὴν κατακοσμοῦντος Εἰπέ μοι, ἔφη, εἰ οὐ δοκοῦσίν σοι κύνες τʼ εἶναι καλοί τινες καὶ ἵπποι καὶ οὕτως τῶν ἄλλων ζῴων ἕκαστον;

— δοκοῦσιν, ἔφη. — οὐκοῦν καὶ ἄνθρωποι οἱ μὲν καλοί, οἱ δʼ αἰσχροί; — πῶς γὰρ οὔ; — πότερον οὖν κατὰ τὸ αὐτὸ ἕκαστα τούτων ἐν τῷ αὐτῷ γένει καλὰ προσαγορεύομεν ἢ ἰδίως ἕκαστον; οὕτως δʼ ὄψει αὐτό.