Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

Ἀγαμέμνων καὶ Ἀχιλλεὺς διὰ τί ἀλλήλοις διεφέροντο; οὐχὶ διὰ τὸ μὴ εἰδέναι, τίνα ἐστὶ συμφέροντα καὶ ἀσύμφορα; οὐχὶ ὁ μὲν λέγει, ὅτι συμφέρει ἀποδοῦναι τῷ πατρὶ τὴν Χρυσηίδα, ὁ δὲ λέγει, ὅτι οὐ συμφέρει; οὐχὶ ὁ μὲν λέγει, ὅτι δεῖ αὐτὸν λαβεῖν τὸ ἄλλου γέρας, ὁ δέ, ὅτι οὐ δεῖ; οὐχὶ διὰ ταῦτα ἐπελάθοντο καὶ τίνες ἦσαν καὶ ἐπὶ τί ἐληλύθεσαν;

ἔα, ἄνθρωπε, ἐπὶ τί ἐλήλυθας; ἐρωμένας κτησόμενος ἢ πολεμήσων; πολεμήσων. τίσι; τοῖς Τρωσὶν ἢ τοῖς Ἕλλησιν; τοῖς Τρωσίν. ἀφεὶς οὖν τὸν Ἕκτορα ἐπὶ τὸν βασιλέα τὸν σαυτοῦ σπᾷς τὸ ξίφος;

σὺ δʼ, ὦ βέλτιστε, ἀφεὶς τὰ τοῦ βασιλέως ἔργα,

ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν,
περὶ κορασιδίου διαπυκτεύεις τῷ πολεμικωτάτῳ τῶν συμμάχων, ὃν δεῖ παντὶ τρόπῳ περιέπειν καὶ φυλάττειν; καὶ χείρων γίνῃ κομψοῦ ἀρχιερέως, ὃς τοὺς καλοὺς μονομάχους διὰ πάσης ἐπιμελείας ἔχει; ὁρᾷς, οἷα ποιεῖ ἄγνοια περὶ τῶν συμφερόντων;