Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἐκεῖνο δὲ πᾶς ἄν τις ὁμολογῆσαί μοι δοκεῖ, ὅτι ποσῆς γέ τινος τριβῆς περὶ τὸ ἀκούειν προσδεῖται ὁ τῶν φιλοσόφων ἀκουσόμενος. ἢ γὰρ οὔ;

περὶ τίνος οὖν λέγω πρὸς σέ; δεῖξόν μοι. περὶ τίνος ἀκοῦσαι δύνασαι; περὶ ἀγαθῶν καὶ κακῶν; τίνος; ἆρά γε ἵππου; — οὔ. — ἀλλὰ βοός; — οὔ. — τί οὖν;

ἀνθρώπου; — ναί. — οἴδαμεν οὖν, τί ἐστιν ἄνθρωπος, τίς ἡ φύσις αὐτοῦ, τίς ἡ ἔννοια; ἔχομεν καὶ κατὰ ποσὸν περὶ τοῦτο τὰ ὦτα τετρημένα; ἀλλὰ φύσις τί ἐστιν ἐννοεῖς ἢ δύνασαι καὶ κατὰ ποσὸν ἀκολουθῆσαί μοι λέγοντι;

ἀλλʼ ἀποδείξει χρήσομαι πρὸς σέ; πῶς; παρακολουθεῖς γὰρ αὐτῷ τούτῳ, τί ἐστιν ἀπόδειξις ἢ πῶς τι ἀποδείκνυται ἢ διὰ τίνων; ἢ τίνα ὅμοια μὲν ἀποδείξει ἐστίν, ἀπόδειξις δʼ οὐκ ἔστιν;

τί γάρ ἐστιν ἀληθὲς οἶδας ἢ τί ἐστι ψεῦδος; τί τίνι ἀκολουθεῖ, τί τίνι μάχεται ἢ ἀνομολογούμενόν ἐστιν ἢ ἀσύμφωνον;