Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

προαίρεσις. τί ἐπιμελεῖται πάντων; προαίρεσις. τί ὅλον ἀναιρεῖ τὸν ἄνθρωπον ποτὲ μὲν λιμῷ, ποτὲ δʼ ἀγχόνῃ, ποτὲ δὲ κατὰ κρημνοῦ; προαίρεσις.

εἶτα τούτου τί ἰσχυρότερον ἐν ἀνθρώποις ἐστίν; καὶ πῶς οἷόν τε τοῦ ἀκωλύτου τὰ κωλυόμενα; τὴν ὁρατικὴν δύναμιν τίνα πέφυκεν ἐμποδίζειν;

καὶ προαίρεσις καὶ ἀπροαίρετα. τὴν ἀκουστικὴν ταὐτά, τὴν φραστικὴν ὡσαύτως. προαίρεσιν δὲ τί ἐμποδίζειν πέφυκεν; ἀπροαίρετον οὐδέν, αὐτὴ δʼ ἑαυτὴν διαστραφεῖσα. διὰ τοῦτο κακία μόνη αὕτη γίνεται ἢ ἀρετὴ μόνη.

εἶτα τηλικαύτη δύναμις οὖσα καὶ πᾶσι τοῖς ἄλλοις ἐπιτεταγμένη παρελθοῦσα ἡμῖν λεγέτω κράτιστον εἶναι τῶν ὄντων τὴν σάρκα. οὐδὲ εἰ αὐτὴ ἡ σὰρξ ἑαυτὴν ἔλεγεν εἶναι κράτιστον, ἠνέσχετο ἄν τις αὐτῆς.

νῦν δὲ τί ἐστιν, Ἐπίκουρε, τὸ ταῦτα ἀποφαινόμενον; τὸ περὶ Τέλους συγγεγραφός, τὸ τὰς Φυσικάς, τὸ περὶ Κανόνος; τὸ τὸν πώγωνα καθεικός; τὸ γράφον, ὅτε ἀπέθνῃσκεν, ὅτι τὴν τελευταίαν ἄγοντες ἅμα καὶ μακαρίαν ἡμέραν;

ἡ σὰρξ ἢ ἡ προαίρεσις; εἶτα τούτου τι κρεῖσσον ἔχειν ὁμολογεῖς καὶ οὐ μαίνῃ; οὕτως τυφλὸς ταῖς ἀληθείαις καὶ κωφὸς εἶ;

τί οὖν; ἀτιμάζει τις τὰς ἄλλας δυνάμεις; μὴ γένοιτο. λέγει τις μηδεμίαν εἶναι χρείαν ἢ προαγωγὴν --- τῆς προαιρετικῆς δυνάμεως; μὴ γένοιτο. ἀνόητον, ἀσεβές, ἀχάριστον πρὸς τὸν θεόν. ἀλλὰ τὴν ἀξίαν ἑκάστῳ ἀποδίδωσιν.