Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ὡς ὁ ἐμὸς Ἡράκλειτος περὶ ἀγριδίου πραγμάτιον ἔχων ἐν Ῥόδῳ καὶ ἀποδείξας τοῖς δικασταῖς ὅτι δίκαια λέγει ἐλθὼν ἐπὶ τὸν ἐπίλογον ἔφη ὅτι ἀλλʼ οὔτε δεήσομαι ὑμῶν οὔτʼ ἐπιστρέφομαι, τί μέλλετε κρίνειν· ὑμεῖς τε μᾶλλον οἱ κρινόμενοί ἐστε ἢ ἐγώ.

καὶ οὕτως κατέστρεψε τὸ πραγμάτιον. τίς χρεία; μόνον μὴ δέου, μὴ προστίθει δʼ ὅτι καὶ οὐ δέομαι. εἰ μή τι καιρός ἐστιν ἐπίτηδες ἐρεθίσαι τοὺς δικαστὰς ὡς Σωκράτει.

καὶ σὺ εἰ τοιοῦτον ἐπίλογον παρασκευάζῃ, τί ἀναβαίνεις, τί ὑπακούεις;

εἰ γὰρ σταυρωθῆναι θέλεις, ἔκδεξαι καὶ ἥξει ὁ σταυρός· εἰ δʼ ὑπακοῦσαι λόγος αἱρεῖ καὶ πεῖσαι τό γε παρʼ αὐτόν, τὰ ἑξῆς τούτῳ ποιητέον τηροῦντι μέντοι τὰ ἴδια.

ταύτῃ καὶ γελοῖόν ἐστι τὸ λέγειν ὑπόθου μοι. τί σοι ὑποθῶμαι; ἀλλὰ ποίησόν μου τὴν διάνοιαν ὅ τι ἂν ἀποβαίνῃ πρὸς τοῦτο ἁρμόσασθαι.