Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

γέγραφεν δὲ καὶ Χρύσιππος θαυμαστῶς ἐν τῷ πρώτῳ περὶ Δυνατῶν. καὶ Κλεάνθης δʼ ἰδίᾳ γέγραφεν περὶ τούτου καὶ Ἀρχέδημος. γέγραφεν δὲ καὶ Ἀντίπατρος, οὐ μόνον δʼ ἐν τοῖς περὶ Δυνατῶν, ἀλλὰ καὶ κατʼ ἰδίαν ἐν τοῖς περὶ τοῦ Κυριεύοντος. οὐκ ἀνέγνωκας τὴν σύνταξιν;

οὐκ ἀνέγνωκα.ἀνάγνωθι. καὶ τί ὠφεληθήσεται; φλυαρότερος ἔσται καὶ ἀκαιρότερος ἢ νῦν ἐστιν. σοὶ γὰρ τί ἄλλο προσγέγονεν ἀναγνόντι; ποῖον δόγμα πεποίησαι κατὰ τὸν τόπον; ἀλλʼ ἐρεῖς ἡμῖν Ἑλένην καὶ Πρίαμον καὶ τὴν τῆς Καλυψοῦς νῆσον τὴν οὔτε γενομένην οὔτʼ ἐσομένην.

καὶ ἐνταῦθα μὲν οὐδὲν μέγα τῆς ἱστορίας κρατεῖν, ἴδιον δὲ δόγμα μηδὲν πεποιῆσθαι. ἐπὶ τῶν ἠθικῶν δὲ πάσχομεν αὐτὸ πολὺ μᾶλλον ἢ ἐπὶ τούτων.

εἰπέ μοι περὶ ἀγαθῶν καὶ κακῶν.ἄκουε·

Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν.
τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά,

τὰ δὲ κακά, τὰ δʼ ἀδιάφορα. ἀγαθὰ μὲν οὖν αἱ ἀρεταὶ καὶ τὰ μετέχοντα αὐτῶν, κακὰ δὲ κακίαι καὶ τὰ μετέχοντα κακίας, ἀδιάφορα δὲ τὰ μεταξὺ τούτων, πλοῦτος, ὑγίεια, ζωή, θάνατος, ἡδονή, πόνος.

πόθεν οἶδας;Ἑλλάνικος λέγει ἐν τοῖς Αἰγυπτιακοῖς. τί γὰρ διαφέρει τοῦτο εἰπεῖν ἢ ὅτι Διογένης ἐν τῇ Ἠθικῇ ἢ Χρύσιππος ἢ Κλεάνθης; βεβασάνικας οὖν τι αὐτῶν καὶ δόγμα σεαυτοῦ πεποίησαι;

δείκνυε πῶς εἴωθας ἐν πλοίῳ χειμάζεσθαι. μέμνησαι ταύτης τῆς διαιρέσεως, ὅταν ψοφήσῃ τὸ ἱστίον καὶ ἀνακραυγάσαντί σοι κακόσχολός πως παραστὰς εἴπῃ λέγε μοι τοὺς θεούς σοι ἃ πρῴην ἔλεγες· μή τι κακίας ἐστὶ τὸ ναυαγῆσαι, μή τι κακίας μετέχον;

οὐκ ἄρας ξύλον ἐνσείσεις αὐτῷ; τί ἡμῖν καὶ σοί, ἄνθρωπε; ἀπολλύμεθα καὶ σὺ ἐλθὼν παίζεις.

ἂν δέ σε ὁ Καῖσαρ μεταπέμψηται κατηγορούμενον, μέμνησαι τῆς διαιρέσεως, ἄν τίς σοι εἰσιόντι καὶ ὠχριῶντι ἅμα καὶ τρέμοντι προσελθὼν εἴπῃ τί τρέμεις, ἄνθρωπε; περὶ τίνων σοί ἐστιν ὁ λόγος; μή τι ἔσω ὁ Καῖσαρ ἀρετὴν καὶ κακίαν τοῖς εἰσερχομένοις δίδωσι;

τί μοι ἐμπαίζεις καὶ σὺ πρὸς τοῖς ἐμοῖς κακοῖς;ὅμως, φιλόσοφε, εἰπέ μοι, τί τρέμεις; οὐχὶ θάνατός ἐστι τὸ κινδυνευόμενον ἢ δεσμωτήριον ἢ πόνος τοῦ σώματος ἢ φυγὴ ἢ ἀδοξία; τί γὰρ ἄλλο; μή τι κακία, μή τι μέτοχον κακίας; σὺ οὖν τίνα ταῦτα ἔλεγες;

τί ἐμοὶ καὶ σοί, ἄνθρωπε; ἀρκεῖ ἐμοὶ τὰ ἐμὰ κακά. καὶ καλῶς λέγεις. ἀρκεῖ γάρ σοι τὰ σὰ κακά, ἡ ἀγέννεια, ἡ δειλία, ἡ ἀλαζονεία, ἣν ἠλαζονεύου ἐν τῇ σχολῇ καθήμενος. τί τοῖς ἀλλοτρίοις ἐκαλλωπίζου; τί Στωικὸν ἔλεγες σεαυτόν;

Τηρεῖτε οὕτως ἑαυτοὺς ἐν οἷς ἐπράσσετε καὶ εὑρήσετε τίνος ἔσθʼ αἱρέσεως. τοὺς πλείστους ὑμῶν Ἐπικουρείους εὑρήσετε, ὀλίγους τινὰς Περιπατητικοὺς καὶ τούτους ἐκλελυμένους.

ποῦ γὰρ ἵνʼ ὑμεῖς τὴν ἀρετὴν πᾶσιν τοῖς ἄλλοις ἴσην ἢ καὶ κρείττονα ἔργῳ ὑπολάβητε; Στωικὸν δὲ δείξατέ μοι, εἴ τινα ἔχητε.

ποῦ ἢ πῶς; ἀλλὰ τὰ λογάρια τὰ Στωικὰ λέγοντας μυρίους. τὰ γὰρ Ἐπικούρεια αὐτοὶ οὗτοι χεῖρον λέγουσι; τὰ γὰρ Περιπατητικὰ οὐ καὶ αὐτὰ ὁμοίως ἀκριβοῦσιν;

τίς οὖν ἐστι Στωικός; ὡς λέγομεν ἀνδριάντα Φειδιακὸν τὸν τετυπωμένον κατὰ τὴν τέχνην τὴν Φειδίου, οὕτως τινά μοι δείξατε κατὰ τὰ δόγματα ἃ λαλεῖ τετυπωμένον.

δείξατέ μοί τινα νοσοῦντα καὶ εὐτυχοῦντα, κινδυνεύοντα καὶ εὐτυχοῦντα, ἀποθνῄσκοντα καὶ εὐτυχοῦντα, πεφυγαδευμένον καὶ εὐτυχοῦντα, ἀδοξοῦντα καὶ εὐτυχοῦντα. δείξατʼ· ἐπιθυμῶ τινα νὴ τοὺς θεοὺς ἰδεῖν Στωικόν.

ἀλλʼ οὐκ ἔχετε τὸν τετυπωμένον δεῖξαι· τόν γε τυπούμενον δείξατε, τὸν ἐπὶ ταῦτα κεκλικότα. εὐεργετήσατέ με· μὴ φθονήσητε ἀνθρώπῳ γέροντι ἰδεῖν θέαμα, ὃ μέχρι νῦν οὐκ εἶδον.

οἴεσθε ὅτι τὸν Δία τὸν Φειδίου δείξετε ἢ τὴν Ἀθηνᾶν, ἐλεφάντινον καὶ χρυσοῦν κατασκεύασμα. ψυχὴν δειξάτω τις ὑμῶν ἀνθρώπου θέλοντος ὁμογνωμονῆσαι τῷ θεῷ καὶ μηκέτι μήτε θεὸν μήτʼ ἄνθρωπον μέμφεσθαι, μὴ ἀποτυχεῖν τινος, μὴ περιπεσεῖν τινι, μὴ ὀργισθῆναι, μὴ φθονῆσαι, μὴ ζηλοτυπῆσαι (τί γὰρ δεῖ περιπλέκειν;

), θεὸν ἐξ ἀνθρώπου ἐπιθυμοῦντα γενέσθαι καὶ ἐν τῷ σωματίῳ τούτῳ τῷ νεκρῷ περὶ τῆς πρὸς τὸν Δία κοινωνίας βουλευόμενον. δείξατε. ἀλλὰ οὐκ ἔχετε. τί οὖν αὑτοῖς ἐμπαίζετε καὶ τοὺς ἄλλους κυβεύετε;

καὶ περιθέμενοι σχῆμα ἀλλότριον περιπατεῖτε κλέπται καὶ λωποδύται τούτων τῶν οὐδὲν προσηκόντων ὀνομάτων καὶ πραγμάτων;