Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἐπεὶ τοιαῦτα λέγε καὶ πρὸς τοὺς ἰατρούς· τίς γὰρ ἡμῶν οὐκ ἔλεγεν ὑγιεινόν τι καὶ νοσερόν, πρὶν Ἱπποκράτη γενέσθαι; ἢ κενῶς τὰς φωνὰς ταύτας ἀπηχοῦμεν;

ἔχομεν γάρ τινα καὶ ὑγιεινοῦ πρόληψιν, ἀλλʼ ἐφαρμόσαι οὐ δυνάμεθα. διὰ τοῦτο ὁ μὲν λέγει ἀνάτεινον, ὁ δὲ λέγει δὸς τροφήν· καὶ ὁ μὲν λέγει φλεβοτόμησον, ὁ δὲ λέγει σικύασον. τί τὸ αἴτιον; ἄλλο γε ἢ ὅτι τὴν τοῦ ὑγιεινοῦ πρόληψιν οὐ δύναται καλῶς ἐφαρμόσαι τοῖς ἐπὶ μέρους;

οὕτως ἔχει καὶ ἐνθάδʼ ἐπὶ τῶν κατὰ τὸν βίον. ἀγαθὸν καὶ κακὸν καὶ συμφέρον καὶ ἀσύμφορον τίς ἡμῶν οὐ λαλεῖ; τίς γὰρ ἡμῶν οὐκ ἔχει τούτων ἑκάστου πρόληψιν; ἆρʼ οὖν διηρθρωμένην καὶ τελείαν;

τοῦτο δεῖξον. πῶς δείξω; ἐφάρμοσον αὐτὴν καλῶς ταῖς ἐπὶ μέρους οὐσίαις. εὐθὺς τοὺς ὅρους Πλάτων μὲν ὑποτάσσει τῇ τοῦ χρησίμου προλήψει, σὺ δὲ τῇ τοῦ ἀχρήστου.

δυνατὸν οὖν ἐστιν ἀμφοτέρους ὑμᾶς ἐπιτυγχάνειν; πῶς οἷόν τε; τῇ δὲ τοῦ πλούτου οὐσίᾳ οὐχ ὁ μέν τις ἐφαρμόζει τὴν τοῦ ἀγαθοῦ πρόληψιν, ὁ δʼ οὔ; τῇ δὲ τῆς ἡδονῆς, τῇ δὲ τῆς ὑγείας;

καθόλου γὰρ εἰ πάντες οἱ τὰ ὀνόματα λαλοῦντες μὴ κενῶς ἴσμεν ἕκαστα τούτων καὶ μηδεμιᾶς ἐπιμελείας περὶ τὴν διάρθρωσιν τῶν προλήψεων δεόμεθα, τί διαφερόμεθα, τί πολεμοῦμεν, τί ψέγομεν ἀλλήλους;

καὶ τί μοι νῦν τὴν πρὸς ἀλλήλους μάχην παραφέρειν καὶ ταύτης μεμνῆσθαι; σὺ αὐτὸς εἰ ἐφαρμόζεις καλῶς τὰς προλήψεις, διὰ τί δυσροεῖς, διὰ τί ἐμποδίζῃ;