Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἀλλʼ ἤδη καὶ τὸν δεύτερον τόπον ἐκμεμελέτηκα. ἤθελον δʼ ἀσφαλῶς καὶ ἀσείστως καὶ οὐ μόνον ἐγρηγορώς, ἀλλὰ καὶ καθεύδων καὶ οἰνωμένος καὶ ἐν μελαγχολίᾳ. σὺ θεὸς εἶ, ὦ ἄνθρωπε, σὺ μεγάλας ἔχεις ἐπιβολάς.

οὔ· ἀλλʼ ἐγὼ θέλω γνῶναι, τί λέγει Χρύσιππος ἐν τοῖς περὶ τοῦ Ψευδομένου. οὐκ ἀπάγξῃ μετὰ τῆς ἐπιβολῆς ταύτης, τάλας; καὶ τί σοι ὄφελος ἔσται; πενθῶν ἅπαν ἀναγνώσῃ καὶ τρέμων πρὸς ἄλλους ἐρεῖς.

οὕτως καὶ ὑμεῖς ποιεῖτε. θέλεις ἀναγνῶ σοι, ἀδελφέ; καὶ σὺ ἐμοί. θαυμαστῶς, ἄνθρωπε, γράφεις· καὶ σὺ μεγάλως εἰς τὸν Ξενοφῶντος χαρακτῆρα, σὺ εἰς τὸν Πλάτωνος,

σὺ εἰς τὸν Ἀντισθένους. εἶτʼ ἀλλήλοις ὀνείρους διηγησάμενοι πάλιν ἐπὶ ταὐτὰ ἐπανέρχεσθε· ὡσαύτως ὀρέγεσθε, ὡσαύτως ἐκκλίνετε, ὁμοίως ὁρμᾶτε, ἐπιβάλλεσθε, προστίθεσθε, ταὐτὰ εὔχεσθε, περὶ ταὐτὰ σπουδάζετε. εἶτα οὐδὲ ζητεῖτε τὸν ὑπομνήσοντα ὑμᾶς,

ἀλλʼ ἄχθεσθε, ἐὰν ἀκούητε τούτων. εἶτα λέγετε ἀφιλόστοργος γέρων· ἐξερχομένου μου οὐκ ἔκλαυσεν οὐδʼ εἶπεν 1εἰς οἵαν περίστασιν ἀπέρχῃ μοι, τέκνον· ἂν σωθῇς, ἅψω λύχνους. ταῦτʼ ἔστι τὰ τοῦ φιλοστόργου;

μέγα σοι ἀγαθὸν ἔσται σωθέντι τοιούτῳ καὶ λύχνων ἄξιον. ἀθάνατον γὰρ εἶναί σε δεῖ καὶ ἄνοσον.

ταύτην οὖν, ὅπερ λέγω, τὴν οἴησιν τὴν τοῦ δοκεῖν εἰδέναι τι τῶν χρησίμων ἀποβάλλοντας ἔρχεσθαι δεῖ πρὸς τὸν λόγον, ὡς πρὸς τὰ γεωμετρικὰ προσάγομεν, ὡς πρὸς τὰ μουσικά·

εἰ δὲ μή, οὐδʼ ἐγγὺς ἐσόμεθα τῷ προκόψαι, κἂν πάσας τὰς εἰσαγωγὰς καὶ τὰς συντάξεις τὰς Χρυσίππου μετὰ τῶν Ἀντιπάτρου καὶ Ἀρχεδήμου διέλθωμεν.

πᾶσα ἕξις καὶ δύναμις ὑπὸ τῶν καταλλήλων ἔργων συνέχεται καὶ αὔξεται, ἡ περιπατητικὴ ὑπὸ τοῦ περιπατεῖν, ἡ τροχαστικὴ ὑπὸ τοῦ τρέχειν.

ἂν θέλῃς ἀναγνωστικὸς εἶναι, ἀναγίγνωσκε· ἂν γραφικός, γράφε. ὅταν δὲ τριάκοντα ἐφεξῆς ἡμέρας μὴ ἀναγνῷς, ἀλλʼ ἄλλο τι πράξῃς, γνώσῃ τὸ γινόμενον.

οὕτως κἂν ἀναπέσῃς δέκα ἡμέρας, ἀναστὰς ἐπιχείρησον μακροτέραν ὁδὸν περιπατῆσαι καὶ ὄψει, πῶς σου τὰ σκέλη παραλύεται.

καθόλου οὖν εἴ τι ποιεῖν ἐθέλῃς, ἑκτικὸν ποίει αὐτό· εἴ τι μὴ ποιεῖν ἐθέλῃς, μὴ ποίει αὐτό, ἀλλʼ ἔθισον ἄλλο τι πράττειν μᾶλλον ἀντʼ αὐτοῦ.

οὕτως ἔχει καὶ ἐπὶ τῶν ψυχικῶν· ὅταν ὀργισθῇς, γίγνωσκε ὅτι οὐ μόνον σοι τοῦτο γέγονεν κακόν, ἀλλʼ ὅτι καὶ τὴν ἕξιν ηὔξησας καὶ ὡς πυρὶ φρύγανα παρέβαλες.

ὅταν ἡττηθῇς τινος ἐν συνουσίᾳ, μὴ τὴν μίαν ἧτταν ταύτην λογίζου, ἀλλʼ ὅτι καὶ τὴν ἀκρασίαν σου τέτροφας, ἐπηύξησας.

ἀδύνατον γὰρ ἀπὸ τῶν καταλλήλων ἔργων μὴ καὶ τὰς ἕξεις καὶ τὰς δυνάμεις τὰς μὲν ἐμφύεσθαι μὴ πρότερον οὔσας, τὰς δʼ ἐπιτείνεσθαι καὶ ἰσχυροποιεῖσθαι.

οὕτως ἀμέλει καὶ τὰ ἀρρωστήματα ὑποφύεσθαι λέγουσιν οἱ φιλόσοφοι. ὅταν γὰρ ἅπαξ ἐπιθυμήσῃς ἀργυρίου, ἂν μὲν προσαχθῇ λόγος εἰς αἴσθησιν ἄξιων τοῦ κακοῦ, πέπαυταί τε ἡ ἐπιθυμία καὶ τὸ ἡγεμονικὸν ἡμῶν εἰς τὸ ἐξαρχῆς ἀποκατέστη·

ἐὰν δὲ μηδὲν προσαγάγῃς εἰς θεραπείαν, οὐκέτι εἰς ταὐτὰ ἐπάνεισιν, ἀλλὰ πάλιν ἐρεθισθὲν ὑπὸ τῆς καταλλήλου φαντασίας θᾶττον ἢ πρότερον ἐξήφθη πρὸς τὴν ἐπιθυμίαν. καὶ τούτου συνεχῶς γινομένου τυλοῦται λοιπὸν καὶ τὸ ἀρρώστημα βεβαιοῖ τὴν φιλαργυρίαν.

ὁ γὰρ πυρέξας, εἶτα παυσάμενος οὐχ ὁμοίως ἔχει τῷ πρὸ τοῦ πυρέξαι, ἂν μή τι θεραπευθῇ εἰς ἅπαν.

τοιοῦτόν τι καὶ ἐπὶ τῶν τῆς ψυχῆς παθῶν γίνεται. ἴχνη τινὰ καὶ μώλωπες ἀπολείπονται ἐν αὐτῇ, οὓς εἰ μή τις ἐξαλείψῃ καλῶς, πάλιν κατὰ τῶν αὐτῶν μαστιγωθεὶς οὐκέτι μώλωπας, ἀλλʼ ἕλκη ποιεῖ.

εἰ οὖν θέλεις μὴ εἶναι ὀργίλος, μὴ τρέφε σου τὴν ἕξιν, μηδὲν αὐτῇ παράβαλλε αὐξητικόν. τὴν πρώτην ἡσύχασον καὶ τὰς ἡμέρας ἀρίθμει ἃς οὐκ ὠργίσθης.