Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τίνα οὖν ἐστι τὰ βαροῦντα καὶ ἐξιστάντα ἡμᾶς; τίνα γὰρ ἄλλα ἢ τὰ δόγματα; τὸν γὰρ ἐξιόντα καὶ ἀπαλλαττόμενον τῶν συνήθων καὶ ἑταίρων καὶ τόπων καὶ συναναστροφῆς τί ἐστι τὸ βαροῦν ἄλλο ἢ δόγμα;

τὰ γοῦν παιδία εὐθὺς ὅταν κλαύσῃ μικρὰ τῆς τιτθῆς ἀπελθούσης, πλακούντιον λαβόντα ἐπιλέλησται.

θέλεις οὖν καὶ ἡμεῖς τοῖς παιδίοις ὁμοιῶμεν; οὔ, νὴ τὸν Δία. οὐ γὰρ ὑπὸ πλακουντίου τοῦτο πάσχειν ἀξιῶ, ἀλλʼ ὑπὸ δογμάτων ὀρθῶν.

τίνα δʼ ἐστὶ ταῦτα; ἃ δεῖ τὸν ἄνθρωπον ὅλην τὴν ἡμέραν μελετῶντα μηδενὶ προσπάσχειν τῶν ἀλλοτρίων, μηθʼ ἑταίρῳ μήτε τόπῳ μήτε γυμνασίοις, ἀλλὰ μηδὲ τῷ σώματι τῷ αὑτοῦ, μεμνῆσθαι δὲ τοῦ νόμου καὶ τοῦτον πρὸ ὀφθαλμῶν ἔχειν. τίς δʼ ὁ νόμος ὁ θεῖος;

τὰ ἴδια τηρεῖν, τῶν ἀλλοτρίων μὴ ἀντιποιεῖσθαι, ἀλλὰ διδομένοις μὲν χρῆσθαι, μὴ διδόμενα δὲ μὴ ποθεῖν, ἀφαιρουμένου δέ τινος ἀποδιδόναι εὐλύτως καὶ αὐτόθεν, χάριν εἰδότα οὗ ἐχρήσατο χρόνου, εἰ θέλεις μὴ κλάειν τὴν τιτθὴν καὶ μάμμην.

τί γὰρ διαφέρει, τίνος ἥττων ἐστὶ καὶ ἐκ τίνος κρέμαται; τί κρείττων εἶ τοῦ διὰ κοράσιον κλάοντος, εἰ διὰ γυμνασίδιον καὶ στωίδια καὶ νεανισκάρια καὶ τοιαύτην διατριβὴν πενθεῖς;

ἄλλος ἐλθὼν ὅτι οὐκέτι τὸ τῆς Δίρκης ὕδωρ πίνειν μέλλει. τὸ γὰρ Μάρκιον χεῖρόν ἐστι τοῦ τῆς Δίρκης; ἀλλʼ ἐκεῖνό μοι σύνηθες ἦν.

καὶ τοῦτο πάλιν ἔσται σοι σύνηθες. εἶτʼ ἂν μὲν τοιούτῳ προσπάθῃς, καὶ τοῦτο πάλιν κλαῖε καὶ ζήτει στίχον ὅμοιον τῷ Εὐριπίδου ποιῆσαι

θερμάς τε τὰς Νέρωνος Μάρκιόν θʼ ὕδωρ.
ἴδε πῶς τραγῳδία γίνεται, ὅταν εἰς μωροὺς ἀνθρώπους πράγματα τὰ τυγχάνοντʼ ἐμπέσῃ.

πότε οὖν Ἀθήνας πάλιν ὄψομαι καὶ τὴν ἀκρόπολιν; τάλας, οὐκ ἀρκεῖ σοι ἃ βλέπεις καθʼ ἡμέραν; κρεῖττόν τι ἔχεις ἢ μεῖζον ἰδεῖν τοῦ ἡλίου, τῆς σελήνης, τῶν ἄστρων, τῆς γῆς ὅλης, τῆς θαλάσσης;

εἰ δὲ δὴ παρακολουθεῖς τῷ διοικοῦντι τὰ ὅλα κἀκεῖνον ἐν σαυτῷ περιφέρεις, ἔτι ποθεῖς λιθάρια καὶ πέτραν κομψήν; ὅταν οὖν μέλλῃς ἀπολιπεῖν αὐτὸν τὸν ἥλιον καὶ τὴν σελήνην, τί ποιήσεις;

κλαύσεις καθήμενος ὡς τὰ παιδία; τί οὖν ἐν τῇ σχολῇ ἐποίεις, τί ἤκουες, τί ἐμάνθανες; τί σαυτὸν φιλόσοφον ἐπέγραφες ἐξὸν τὰ ὄντα ἐπιγράφειν; ὅτι εἰσαγωγὰς ἔπραξάς τινας καὶ Χρυσίππεια ἀνέγνων, φιλοσόφου δʼ οὐδὲ θύραν παρῆλθον.

ποῦ γάρ μοι μέτεστι τούτου τοῦ πράγματος, οὗ Σωκράτει μετῆν τῷ οὕτως ἀποθανόντι, οὕτως ζήσαντι; οὗ Διογένει μετῆν;

ἐπινοεῖς τούτων τινὰ κλάοντα ἢ ἀγανακτοῦντα, ὅτι τὸν δεῖνα οὐ μέλλει βλέπειν οὐδὲ τὴν δεῖνα οὐδʼ ἐν Ἀθήναις ἔσεσθαι ἢ ἐν Κορίνθῳ, ἀλλʼ, ἂν οὕτως τύχῃ, ἐν Σούσοις ἢ ἐν Ἐκβατάνοις;

ᾧ γὰρ ἔξεστιν ἐξελθεῖν, ὅταν θέλῃ, τοῦ συμποσίου καὶ μηκέτι παίζειν, ἔτι οὗτος ἀνιᾶται μένων; οὐχὶ δʼ ὡς παιδιᾷ παραμένει, μέχρις ἂν ψυχαγωγῆται;

ταχύ γʼ ἂν ὁ τοιοῦτος ὑπομείναι φυγήν τινα φυγεῖν εἰς ἅπαντα ἢ τὴν ἐπὶ θανάτῳ κατακριθείς.

οὐ θέλεις ἤδη ὡς τὰ παιδία ἀπογαλακτισθῆναι καὶ ἅπτεσθαι τροφῆς στερεωτέρας μηδὲ κλάειν μάμμας καὶ τιτθάς, γραῶν ἀποκλαύματα;

ἀλλʼ ἐκείνας ἀπαλλασσόμενος ἀνιάσω. σὺ αὐτὰς ἀνιάσεις; οὐδαμῶς, ἀλλʼ ὅπερ καὶ σέ, τὸ δόγμα. τί οὖν ἔχεις ποιῆσαι; ἔξελε, τὸ δʼ ἐκείνων, ἂν εὖ ποιῶσιν, αὐταὶ ἐξελοῦσιν· εἰ δὲ μή, οἰμώξουσι διʼ αὑτάς.

ἄνθρωπε, τὸ λεγόμενον τοῦτο ἀπονοήθητι ἤδη ὑπὲρ εὐροίας, ὑπὲρ ἐλευθερίας, ὑπὲρ μεγαλοψυχίας. ἀνάτεινόν ποτε τὸν τράχηλον ὡς ἀπηλλαγμένος δουλείας,

τόλμησον ἀναβλέψας πρὸς τὸν θεὸν εἰπεῖν ὅτι χρῶ μοι λοιπὸν εἰς ὃ ἂν θέλῃς· ὁμογνωμονῶ σοι, ἰσός εἰμι· οὐδὲν παραιτοῦμαι τῶν σοὶ δοκούντων· ὅπου θέλεις, ἄγε· ἣν θέλεις ἐσθῆτα περίθες. ἄρχειν με θέλεις, ἰδιωτεύειν, μένειν, φεύγειν, πένεσθαι, πλουτεῖν; ἐγώ σοι ὑπὲρ ἁπάντων τούτων πρὸς τοὺς ἀνθρώπους ἀπολογήσομαι· δείξω τὴν ἑκάστου φύσιν οἵα ἐστίν.

οὔ·