Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ὅταν ἀκούσωσί τινες τούτων τῶν λόγων, ὅτι βέβαιον εἶναι δεῖ καὶ ἡ μὲν προαίρεσις ἐλεύθερον φύσει καὶ ἀνανάγκαστον, τὰ δʼ ἄλλα κωλυτά, ἀναγκαστά, δοῦλα, ἀλλότρια, φαντάζονται ὅτι δεῖ παντὶ τῷ κριθέντι ὑπʼ αὐτῶν ἀπαραβάτως ἐμμένειν.

ἀλλὰ πρῶτον ὑγιὲς εἶναι δεῖ τὸ κεκριμένον. θέλω γὰρ εἶναι τόνους ἐν σώματι, ἀλλʼ ὡς ὑγιαίνοντι, ὡς ἀθλοῦντι·

ἂν δέ μοι φρενιτικοῦ τόνους ἔχων ἐνδεικνύῃς καὶ ἀλαζονεύῃ ἐπʼ αὐτοῖς, ἐρῶ σοι ὅτι ἄνθρωπε, ζήτει τὸν θεραπεύσοντα. τοῦτο οὐκ εἰσὶ τόνοι, ἀλλʼ ἀτονία.

ἕτερον τρόπον τοιοῦτόν τι καὶ ἐπὶ τῆς ψυχῆς πάσχουσιν οἱ παρακούοντες τῶν λόγων τούτων. οἷον καὶ ἐμός τις ἑταῖρος ἐξ οὐδεμιᾶς αἰτίας ἔκρινεν ἀποκαρτερεῖν.

ἔγνων ἐγὼ ἤδη τρίτην ἡμέραν ἔχοντος αὐτοῦ τῆς ἀποχῆς καὶ ἐλθὼν ἐπυνθανόμην τί ἐγένετο.

— κέκρικα, φησίν. — ἀλλʼ ὅμως τί σε ἦν τὸ ἀναπεῖσαν; εἰ γὰρ ὀρθῶς ἔκρινας, ἰδοὺ παρακαθήμεθά σοι καὶ συνεργοῦμεν, ἵνʼ ἐξέλθῃς· εἰ δʼ ἀλόγως ἔκρινας, μετάθου.

— τοῖς κριθεῖσιν ἐμμένειν δεῖ. — τί ποιεῖς, ἄνθρωπε; οὐ πᾶσιν, ἀλλὰ τοῖς ὀρθῶς. ἐπεὶ παθὼν ἄρτι ὅτι νύξ ἐστιν, ἄν σοι δοκῇ, μὴ μετατίθεσο, ἀλλʼ ἔμμενε καὶ λέγε ὅτι τοῖς κριθεῖσιν ἐμμένειν δεῖ.

τί ποιεῖς, ἄνθρωπε; οὐ πᾶσιν. οὐ θέλεις τὴν ἀρχὴν στῆσαι καὶ τὸν θεμέλιον, τὸ κρίμα σκέψασθαι πότερον ὑγιὲς ἢ οὐχ ὑγιές, καὶ οὕτως λοιπὸν ἐποικοδομεῖν αὐτῷ τὴν εὐτονίαν, τὴν ἀσφάλειαν;

ἂν δὲ σαπρὸν ὑποστήσῃ καὶ καταπῖπτον, οὐκ οἰκοδόμημά τι ὄν, ὅσῳ δʼ ἂν πλείονα καὶ ἰσχυρότερα ἐπιθῇς, τοσούτῳ θᾶττον θᾶττον κατενεχθήσεται.

ἄνευ πάσης αἰτίας ἐξάγεις ἡμῖν ἄνθρωπον ἐκ τοῦ ζῆν φίλον καὶ συνήθη, τῆς αὐτῆς πόλεως πολίτην καὶ τῆς μεγάλης καὶ τῆς μικρᾶς·

εἶτα φόνον ἐργαζόμενος καὶ ἀπολλύων ἄνθρωπον μηδὲν ἠδικηκότα λέγεις ὅτι τοῖς κριθεῖσιν ἐμμένειν δεῖ.

εἰ δʼ ἐπῆλθέν σοί πώς ποτʼ ἐμὲ ἀποκτεῖναι, ἔδει σε ἐμμένειν τοῖς κριθεῖσιν;

ἐκεῖνος μὲν οὖν μόγις μετεπείσθη. τῶν δὲ νῦν τινας οὐκ ἔστι μεταθεῖναι. ὥστε μοι δοκῶ ὃ πρότερον ἠγνόουν νῦν εἰδέναι, τί ἐστι τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον· μωρὸν οὔτε πεῖσαι οὔτε ῥῆξαι ἔστιν.

μή μοι γένοιτο φίλον ἔχειν σοφὸν μωρόν. δυσμεταχειριστότερον οὐδέν ἐστιν. κέκρικα. καὶ γὰρ οἱ μαινόμενοι· ἀλλʼ ὅσῳ βεβαιότερον κρίνουσι τὰ οὐκ ὄντα, τοσούτῳ πλείονος ἐλλεβόρου δέονται.

οὐ θέλεις τὰ τοῦ νοσοῦντος ποιεῖν καὶ τὸν ἰατρὸν παρακαλεῖν; νοσῶ, κύριε· βοήθησόν μοι. τί με δεῖ ποιεῖν σκέψαι· ἐμόν ἐστι πείθεσθαί σοι.

οὕτως καὶ ἐνταῦθʼ. ἃ δεῖ με ποιεῖν οὐκ οἶδα, ἐλήλυθα δὲ μαθησόμενος. οὔ, ἀλλὰ περὶ τῶν ἄλλων μοι λέγε. τοῦτο δὲ κέκρικα.

περὶ ποίων ἄλλων; τί γάρ ἐστι μεῖζον ἢ προὐργιαίτερον τοῦ πεισθῆναί σε, ὅτι οὐκ ἀρκεῖ τὸ κεκρικέναι καὶ τὸ μὴ μεταθέσθαι;

οὗτοι οἱ μανικοὶ τόνοι, οὐχ ὑγιεινοί. ἀποθανεῖν θέλω, ἄν με τοῦτο ἀναγκάσῃς. διὰ τί, ἄνθρωπε; τί ἐγένετο; κέκρικα. ἐσώθην, ὅτι οὐ κέκρικας ἐμὲ ἀποκτεῖναι.

ἀργύριον οὐ λαμβάνω. διὰ τί; κέκρικα. ἴσθι ὅτι ᾧ τόνῳ νῦν χρῇ πρὸς τὸ μὴ λαμβάνειν, οὐδὲν κωλύει σε ἀλόγως ποτὲ ῥέψαι πρὸς τὸ λαμβάνειν καὶ πάλιν λέγειν ὅτι κέκρικα,

ὥσπερ ἐν νοσοῦντι καὶ ῥευματιζομένῳ σώματι ποτὲ μὲν ἐπὶ ταῦτα ποτὲ δʼ ἐπʼ ἐκεῖνα ῥέπει τὸ ῥεῦμα. οὕτως καὶ ἀσθενὴς ψυχή, ὅπου μὲν κλίνει, ἄδηλον ἔχει· ὅταν δὲ καὶ τόνος προσῇ τῷ κλίματι τούτῳ καὶ τῇ φορᾷ, τότε γίνεται τὸ κακὸν ἀβοήθητον καὶ ἀθεράπευτον.