Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

λαλεῖν οὖν οὐ μεμελέτηκας; καὶ τί ἄλλο ἐμελέτας ἐν τῇ σχολῇ; — συλλογισμοὺς καὶ μεταπίπτοντας. — ἐπὶ τί; οὐχ ὥστε ἐμπείρως διαλέγεσθαι; τὸ δʼ ἐμπείρως ἐστὶν οὐχὶ εὐκαίρως καὶ ἀσφαλῶς καὶ συνετῶς, ἔτι δʼ ἀπταίστως καὶ ἀπαραποδίστως, ἐπὶ πᾶσι δὲ τούτοις τεθαρρηκότως; — ναί.

— ἱππεὺς οὖν ὢν εἰς πεδίον ἐληλυθὼς πρὸς πεζὸν ἀγωνιᾶς, ὅπου σὺ μεμελέτηκας, ἐκεῖνος δʼ ἀμελέτητός ἐστιν; — ναί· ἀλλὰ ἐξουσίαν ἔχει ἀποκτεῖναί με.

— λέγε οὖν τὰ ἀληθῆ, δύστηνε, καὶ μὴ ἀλαζονεύου μηδὲ φιλόσοφος εἶναι ἀξίου μηδὲ ἀγνόει σου τοὺς κυρίους, ἀλλὰ μέχρις ἂν ἔχῃς ταύτην τὴν λαβὴν τὴν ἀπὸ τοῦ σώματος, ἀκολούθει παντὶ τῷ ἰσχυροτέρῳ.

λέγειν δὲ Σωκράτης ἐμελέτα ὁ πρὸς τοὺς τυράννους οὕτως διαλεγόμενος, ὁ πρὸς τοὺς δικαστάς, ὁ ἐν τῷ δεσμωτηρίῳ. λέγειν Διογένης μεμελετήκει ὁ πρὸς Ἀλέξανδρον οὕτως λαλῶν, ὁ πρὸς Φίλιππον, ὁ πρὸς τοὺς πειρατάς, ὁ πρὸς τὸν ὠνησάμενον αὐτόν ---

(25, 26) ἐκείνοις, οἷς μεμέλετηκεν, τοῖς θαρροῦσι· σὺ δʼ ἐπὶ τὰ σαυτοῦ βάδιζε καὶ ἐκείνων ἀποστῇς μηδέποτε· εἰς τὴν γωνίαν ἀπελθὼν κάθησο καὶ πλέκε συλλογισμοὺς καὶ ἄλλῳ πρότεινε·

οὐκ ἔστι δʼ ἐν σοὶ πόλεος ἡγεμὼν ἀνήρ.

εἰσελθόντος τινὸς τῶν Ῥωμαικῶν μετὰ υἱοῦ καὶ ἐπακούοντος ἑνὸς ἀναγνώσματος Οὗτος, ἔφη, ὁ τρόπος ἐστὶ τῆς διδασκαλίας καὶ ἀπεσιώπησεν.

ἀξιοῦντος δʼ ἐκείνου εὑρεῖν τὰ ἑξῆς Κόπον ἔχει, ἔφη, πᾶσα τέχνη τῷ ἰδιώτῃ καὶ ἀπείρῳ αὐτῆς, ὅταν παραδιδῶται.

καὶ τὰ μὲν ἀπὸ τῶν τεχνῶν γινόμενα τήν τε χρείαν εὐθὺς ἐνδείκνυται πρὸς ὃ γέγονεν καὶ τὰ πλεῖστα αὐτῶν ἔχει τι καὶ ἀγωγὸν καὶ ἐπίχαρι.

καὶ γὰρ σκυτεὺς πῶς μὲν μανθάνει τις παρεῖναι καὶ παρακολουθεῖν ἀτερπές, τὸ δʼ ὑπόδημα χρήσιμον καὶ ἰδεῖν ἄλλως οὐκ ἀηδές.

καὶ τέκτονος ἡ μὲν μάθησις ἀνιαρὰ μάλιστα τῷ ἰδιώτῃ παρατυγχάνοντι, τὸ δʼ ἔργον ἐπιδείκνυσι τὴν χρείαν τῆς τέχνης.

πολὺ δὲ μᾶλλον ἐπὶ μουσικῆς ὄψει αὐτό· ἂν γὰρ παρῇς τῷ διδασκομένῳ, φανεῖταί σοι πάντων ἀτερπέστατον τὸ μάθημα, τὰ μέντοι ἀπὸ τῆς μουσικῆς ἡδέα καὶ ἐπιτερπῆ τοῖς ἰδιώταις ἀκούειν.

καὶ ἐνταῦθα τὸ μὲν ἔργον τοῦ φιλοσοφοῦντος τοιοῦτόν τι φανταζόμεθα, ὅτι δεῖ τὴν αὑτοῦ βούλησιν συναρμόσαι τοῖς γινομένοις, ὡς μήτε τι τῶν γινομένων ἀκόντων ἡμῶν γίνεσθαι μήτε τῶν μὴ γινομένων θελόντων ἡμῶν μὴ γίνεσθαι.

ἐξ οὗ περίεστι τοῖς συστησαμένοις αὐτὸ ἐν ὀρέξει μὴ ἀποτυγχάνειν, ἐν ἐκκλίσει δὲ μὴ περιπίπτειν, ἀλύπως, ἀφόβως, ἀταράχως διεξάγειν καθʼ αὑτὸν μετὰ τῶν κοινωνῶν τηροῦντα τὰς σχέσεις τάς τε φυσικὰς καὶ ἐπιθέτους, τὸν υἱόν, τὸν πατέρα, τὸν ἀδελφόν, τὸν πολίτην, τὸν ἄνδρα, τὴν γυναῖκα, τὸν γείτονα, τὸν σύνοδον, τὸν ἄρχοντα, τὸν ἀρχόμενον.

τὸ ἔργον τοῦ φιλοσοφοῦντος τοιοῦτόν τι φανταζόμεθα. λοιπὸν ἐφεξῆς τούτῳ ζητοῦμεν, πῶς ἔσται τοῦτο.

ὁρῶμεν οὖν ὅτι ὁ τέκτων μαθών τινα γίνεται τέκτων, ὁ κυβερνήτης μαθών τινα γίνεται κυβερνήτης. μή ποτʼ οὖν καὶ ἐνθάδε οὐκ ἀπαρκεῖ τὸ βούλεσθαι καλὸν καὶ ἀγαθὸν γενέσθαι, χρεία δὲ καὶ μαθεῖν τινα; ζητοῦμεν οὖν τίνα ταῦτα.

λέγουσιν οἱ φιλόσοφοι, ὅτι μαθεῖν δεῖ πρῶτον τοῦτο, ὅτι ἔστι θεὸς καὶ προνοεῖ τῶν ὅλων καὶ οὐκ ἔστι λαθεῖν αὐτὸν οὐ μόνον ποιοῦντα, ἀλλʼ οὐδὲ διανοούμενον ἢ ἐνθυμούμενον· εἶτα ποῖοί τινες εἰσίν.

οἷοι γὰρ ἂν ἐκεῖνοι εὑρεθῶσιν, τὸν ἐκείνοις ἀρέσοντα καὶ πεισθησόμενον ἀνάγκη πειρᾶσθαι κατὰ δύναμιν ἐξομοιοῦσθαι ἐκείνοις·

εἰ πιστόν ἐστι τὸ θεῖον, καὶ τοῦτον εἶναι πιστόν· εἰ ἐλεύθερον, καὶ τοῦτον ἐλεύθερον· εἰ εὐεργετικόν, καὶ τοῦτον εὐεργετικόν· εἰ μεγαλόφρον, καὶ τοῦτον μεγαλόφρονα· ὡς θεοῦ τοίνυν ζηλωτὴν τὰ ἑξῆς πάντα καὶ ποιεῖν καὶ λέγειν.

πόθεν οὖν ἄρξασθαι δεῖ;— ἂν συγκαθῇς, ἐρῶ σοι ὅτι πρῶτον δεῖ σε τοῖς ὀνόμασι παρακολουθεῖν. — ὥστʼ ἐγὼ νῦν οὐ παρακολουθῶ τοῖς ὀνόμασιν;