Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

οὕτω γὰρ ἐναργῆ ἐτίθει τὰ ἀπὸ τῶν ἐννοιῶν, ὥστε πάνθʼ ὁντιναοῦν συναισθανόμενον τῆς μάχης ἀναχωρεῖν ἀπʼ αὐτῆς.

ἆρά γε ὁ φθονῶν χαίρει; — οὐδαμῶς, ἀλλὰ μᾶλλον λυπεῖται. ἀπὸ τοῦ ἐναντίου ἐκίνησε τὸν πλησίον. τί δʼ; ἐπὶ κακοῖς δοκεῖ σοι εἶναι λύπη ὁ φθόνος; καὶ τί ὁ φθόνος ἐστὶ κακῶν;

οὐκοῦν ἐκεῖνον ἐποίησεν εἰπεῖν ὅτι λύπη ἐστὶν ἐπʼ ἀγαθοῖς ὁ φθόνος. τί δέ; φθονοίη ἄν τις τοῖς οὐδὲν πρὸς αὐτόν;

— οὐδαμῶς. καὶ οὕτως ἐκπεπληρωκὼς τὴν ἔννοιαν καὶ διηρθρωκὼς ἀπηλλάσσετο, οὐ λέγων ὅτι ὅρισαί μοι τὸν φθόνον, εἶτα ὁρισαμένου κακῶς ὡρίσω· οὐ γὰρ ἀντακολουθεῖ τῷ κεφαλαιώδει τὸ ὁρικόν·

ῥήματα τεχνικὰ καὶ διὰ τοῦτο τοῖς ἰδιώταις φορτικὰ καὶ δυσπαρακολούθητα, ὧν ἡμεῖς ἀποστῆναι οὐ δυνάμεθα.

ἐξ ὧν δʼ αὐτὸς ὁ ἰδιώτης ἐπακολουθῶν ταῖς αὑτοῦ φαντασίαις παραχωρῆσαι δύναιτʼ ἄν τι ἢ ἀθετῆσαι, οὐδαμῶς διὰ τούτων αὐτὸν κινῆσαι δυνάμεθα.

καὶ λοιπὸν εἰκότως συναισθανόμενοι ταύτης ἡμῶν τῆς ἀδυναμίας ἀπεχόμεθα τοῦ πράγματος, ὅσοις γʼ ἐστί τι εὐλαβείας.

οἱ δὲ πολλοὶ καὶ εἰκαῖοι συγκαθέντες εἴς τι τοιοῦτον φύρονται καὶ φύρουσι καὶ τὰ τελευταῖα λοιδορήσαντες καὶ λοιδορηθέντες ἀπέρχονται.

τὸ πρῶτον δὲ τοῦτο καὶ μάλιστα ἴδιον Σωκράτους μηδέποτε παροξυνθῆναι ἐν λόγῳ, μηδέποτε λοίδορον προενέγκασθαι μηδέν, μηδέποθʼ ὑβριστικόν, ἀλλὰ τῶν λοιδορούντων ἀνέχεσθαι καὶ παύειν μάχην.

εἰ θέλετε γνῶναι, πόσην ἐν τούτῳ δύναμιν εἶχεν, ἀνάγνωτε τὸ Ξενοφῶντος Συμπόσιον καὶ ὄψεσθε πόσας μάχας διαλέλυκεν.