Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἃ μὲν δεῖ μαθόντα εἰδέναι χρῆσθαι λόγῳ, ἠκρίβωται ὑπὸ τῶν ἡμετέρων. περὶ δὲ τὴν χρῆσιν αὐτῶν τὴν προσήκουσαν τελέως ἀγύμναστοί ἐσμεν.

δὸς γοῦν ᾧ θέλεις ἡμῶν ἰδιώτην τινὰ τὸν προσδιαλεγόμενον· καὶ οὐχ εὑρίσκει χρήσασθαι αὐτῷ, ἀλλὰ μικρὰ κινήσας τὸν ἄνθρωπον, ἂν παρὰ σκέλος ἀπαντᾷ ἐκεῖνος, οὐκέτι δύναται μεταχειρίσασθαι, ἀλλʼ ἢ λοιδορεῖ λοιπὸν ἢ καταγελᾷ καὶ λέγει ἰδιώτης ἐστίν· οὐκ ἔστιν αὐτῷ χρήσασθαι.

ὁ δʼ ὁδηγός, ὅταν λάβῃ τινὰ πλανώμενον, ἤγαγεν ἐπὶ τὴν ὁδὸν τὴν δέουσαν, οὐχὶ καταγελάσας ἢ λοιδορησάμενος ἀπῆλθεν.

καὶ σὺ δεῖξον αὐτῷ τὴν ἀλήθειαν καὶ ὄψει ὅτι ἀκολουθεῖ. μέχρι δʼ ἂν οὗ μὴ δεικνύῃς, μὴ ἐκείνου καταγέλα, ἀλλὰ μᾶλλον αἰσθάνου τῆς ἀδυναμίας τῆς αὑτοῦ.

πῶς οὖν ἐποίει Σωκράτης; αὐτὸν ἠνάγκαζεν τὸν προσδιαλεγόμενον αὐτῷ μαρτυρεῖν, ἄλλου δʼ οὐδενὸς ἐδεῖτο μάρτυρος. τοιγαροῦν ἐξῆν αὐτῷ λέγειν ὅτι τοὺς μὲν ἄλλους ἐῶ χαίρειν, ἀεὶ δὲ τῷ ἀντιλέγοντι ἀρκοῦμαι μάρτυρι· καὶ τοὺς μὲν ἄλλους οὐκ ἐπιψηφίζω, τὸν δὲ προσδιαλεγόμενον μόνον.