Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

μόνον τοῦτο εἰδὼς φαίνου, πῶς μήτʼ ἀποτύχῃς ποτὲ μήτε περιπέσῃς.

ἄλλοι μελετάτωσαν δίκας, ἄλλοι προβλήματα, ἄλλοι συλλογισμούς· σὺ ἀποθνῄσκειν, σὺ δεδέσθαι, σὺ στρεβλοῦσθαι, σὺ ἐξορίζεσθαι.

πάντα ταῦτα θαρρούντως, πεποιθότως τῷ κεκληκότι σε ἐπʼ αὐτά, τῷ ἄξιον τῆς χώρας ταύτης κεκρικότι, ἐν ᾗ καταταχθεὶς ἐπιδείξεις, τίνα δύναται λογικὸν ἡγεμονικὸν πρὸς τὰς ἀπροαιρέτους δυνάμεις ἀντιταξάμενον.

καὶ οὕτως τὸ παράδοξον ἐκεῖνο οὐκέτι οὔτʼ ἀδύνατον φανεῖται οὔτε παράδοξον, ὅτι ἅμα μὲν εὐλαβεῖσθαι δεῖ ἅμα δὲ θαρρεῖν, πρὸς μὲν τὰ ἀπροαίρετα θαρρεῖν, ἐν δὲ τοῖς προαιρετικοῖς εὐλαβεῖσθαι.

ὅρα σὺ ὁ ἀπιὼν ἐπὶ τὴν δίκην, τί θέλεις τηρῆσαι καὶ ποῦ θέλεις ἀνύσαι.

εἰ γὰρ προαίρεσιν θέλεις τηρῆσαι κατὰ φύσιν ἔχουσαν, πᾶσά σοι ἀσφάλεια, πᾶσά σοι εὐμάρεια, πρᾶγμα οὐκ ἔχεις.