Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἀλλʼ ὅταν τις ᾖ δειλὸς καὶ ταπεινός, ὑπὲρ τούτου τί ἄλλο ἢ ἀνάγκη γράφειν ἐπιστολὰς ὡς ὑπὲρ νεκροῦ τὸ πτῶμα ἡμῖν χάρισαι τοῦ δεῖνος καὶ ξέστην αἱματίου;

τῷ γὰρ ὄντι πτῶμα ὁ τοιοῦτός ἐστι καὶ ξέστης αἱματίου, πλέον δʼ οὐδέν. εἰ δʼ ἦν πλέον τι, ᾐσθάνετʼ ἄν, ὅτι ἄλλος διʼ ἄλλον οὐ δυστυχεῖ.

εἰ οὕτως σφοδρῶς συνετετάγμεθα περὶ τὸ ἔργον τὸ ἑαυτῶν ὡς οἱ ἐν Ῥώμῃ γέροντες περὶ ἃ ἐσπουδάκασιν, τάχα ἄν τι ἠνύομεν καὶ αὐτοί.

οἶδα ἐγὼ πρεσβύτερον ἄνθρωπον ἐμοῦ τὸν νῦν ἐπὶ τοῦ σίτου ὄντα ἐν Ῥώμῃ, ὅτε ταύτῃ παρῆγεν ἀπὸ τῆς φυγῆς ἀναστρέφων, οἷα εἶπέν μοι, κατατρέχων τοῦ προτέρου ἑαυτοῦ βίου καὶ περὶ τῶν ἑξῆς ἐπαγγελλόμενος, ὅτι ἄλλο οὐδὲν ἀναβὰς σπουδάσει ἢ ἐν ἡσυχίᾳ καὶ ἀταραξίᾳ διεξαγαγεῖν τὸ λοιπὸν τοῦ βίου· πόσον γὰρ ἔτι ἐστὶν ἐμοὶ τὸ λοιπόν;

— κἀγὼ ἔλεγον αὐτῷ ὅτι οὐ ποιήσεις, ἀλλʼ ὀσφρανθεὶς μόνον τῆς Ῥώμης ἁπάντων τούτων ἐπιλήσῃ. ἂν δὲ καὶ εἰς αὐλὴν πάροδός τις δίδωται, ὅτι χαίρων καὶ τῷ θεῷ εὐχαριστῶν ὤσεται.

— ἄν μʼ εὕρῃς, ἔφη, Ἐπίκτητε, τὸν ἕτερον πόδα εἰς τὴν αὐλὴν τιθέντα, ὃ βούλει ὑπολάμβανε.

νῦν οὖν τί ἐποίησεν; πρὶν ἐλθεῖν εἰς τὴν Ῥώμην, ἀπήντησαν αὐτῷ παρὰ Καίσαρος πινακίδες· ὁ δὲ λαβὼν πάντων ἐκείνων ἐξελάθετο καὶ λοιπὸν ἓν ἐξ ἑνὸς ἐπισεσώρευκεν.

ἤθελον αὐτὸν νῦν παραστὰς ὑπομνῆσαι τῶν λόγων, οὓς ἔλεγεν παρερχόμενος, καὶ εἰπεῖν ὅτι πόσῳ σοῦ ἐγὼ κομψότερος μάντις εἰμί.

τί οὖν; ἐγὼ λέγω, ὅτι ἄπρακτόν ἐστι τὸ ζῷον; μὴ γένοιτο. ἀλλὰ διὰ τί ἡμεῖς οὐκ ἐσμὲν πρακτικοί;

εὐθὺς ἐγὼ πρῶτος, ὅταν ἡμέρα γένηται, μικρὰ ὑπομιμνῄσκομαι, τίνα ἐπαναγνῶναί με δεῖ. εἶτα εὐθὺς ἐμαυτῷ· τί δέ μοι καὶ μέλει πῶς ὁ δεῖνα ἀναγνῷ; πρῶτόν ἐστιν, ἵνα ἐγὼ κοιμηθῶ.

καίτοι τί ὅμοια τὰ ἐκείνων πράγματα τοῖς ἡμετέροις; ἂν ἐπιστῆτε, τί ἐκεῖνοι ποιοῦσιν, αἰσθήσεσθε. τί γὰρ ἄλλο ἢ ὅλην τὴν ἡμέραν ψηφίζουσιν, συζητοῦσι, συμβουλεύουσι περὶ σιταρίου, περὶ ἀγριδίου, περί τινων προκοπῶν τοιούτων;

ὅμοιον οὖν ἐστιν ἐντευξίδιον παρά τινος λαβόντα ἀναγιγνώσκειν παρακαλῶ σε ἐπιτρέψαι μοι σιτάριον ἐξαγαγεῖν ἢ παρακαλῶ σε παρὰ Χρυσίππου ἐπισκέψασθαι τίς ἐστιν ἡ τοῦ κόσμου διοίκησις καὶ ποίαν τινὰ χώραν ἐν αὐτῷ ἔχει τὸ λογικὸν ζῷον· ἐπίσκεψαι δὲ καὶ τίς εἶ σὺ καὶ ποῖόν τι σοῦ τὸ ἀγαθὸν καὶ τὸ κακόν;

ταῦτα ἐκείνοις ὅμοιά ἐστιν; ἀλλʼ ὁμοίας σπουδῆς χρείαν ἔχοντα; ἀλλʼ ὡσαύτως ἀμελεῖν αἰσχρὸν τούτων κἀκείνων;

τί οὖν; ἡμεῖς μόνοι ῥᾳθυμοῦμεν καὶ νυστάζομεν; οὔ· ἀλλὰ πολὺ πρότερον ὑμεῖς οἱ νέοι.

ἐπεί τοι καὶ ἡμεῖς οἱ γέροντες, ὅταν παίζοντας ὁρῶμεν νέους, συμπροθυμούμεθα καὶ αὐτοὶ συμπαίζειν. πολὺ δὲ πλέον, εἰ ἑώρων διεγηγερμένους καὶ συμπροθυμουμένους, προεθυμούμην ἂν συσπουδάζειν καὶ αὐτός.

ἀφικομένου δέ τινος πρὸς αὐτὸν τῶν ἐν τέλει πυθόμενος παρʼ αὐτοῦ τὰ ἐπὶ μέρους ἠρώτησεν, εἰ καὶ τέκνα εἴη αὐτῷ καὶ γυνή.

τοῦ δʼ ὁμολογήσαντος προσεπύθετο· πῶς τι οὖν χρῇ τῷ πράγματι; — ἀθλίως, ἔφη.

— καὶ ὅς· τίνα τρόπον; οὐ γὰρ δὴ τούτου γʼ ἕνεκα γαμοῦσιν ἄνθρωποι καὶ παιδοποιοῦνται, ὅπως ἄθλιοι ὦσιν, ἀλλὰ μᾶλλον ὅπως εὐδαίμονες.

— ἀλλʼ ἐγώ, ἔφη, οὕτως ἀθλίως ἔχω περὶ τὰ παιδάρια, ὥστε πρῴην νοσοῦντός μου τοῦ θυγατρίου καὶ δόξαντος κινδυνεύειν οὐχ ὑπέμεινα οὐδὲ παρεῖναι αὐτῷ νοσοῦντι, φυγὼν δʼ ᾠχόμην, μέχρις οὗ προσήγγειλέ τις μοι ὅτι ἔχει καλῶς.

— τί οὖν; ὀρθῶς φαίνει σαυτῷ ταῦτα πεποιηκέναι; — φυσικῶς, ἔφη. — ἀλλὰ μὴν τοῦτό με πεῖσον, ἔφη, σύ, διότι φυσικῶς, καὶ ἐγώ σε πείσω, ὅτι πᾶν τὸ κατὰ φύσιν γινόμενον ὀρθῶς γίνεται.