Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τί οὖν μιγνύεις πράγματα ἄλλως ἐπὶ τῶν αὐτῶν ἀνθρώπων συνδραμόντα;

εἰ δὲ καλὸς ἦν Πλάτων καὶ ἰσχυρός, ἔδει κἀμὲ καθήμενον ἐκπονεῖν, ἵνα καλὸς γένωμαι ἢ ἵνα ἰσχυρός, ὡς τοῦτο ἀναγκαῖον πρὸς φιλοσοφίαν, ἐπεί τις φιλόσοφος ἅμα καὶ καλὸς ἦν καὶ φιλόσοφος;

οὐ θέλεις αἰσθάνεσθαι καὶ διακρῖναι κατὰ τί οἱ ἄνθρωποι γίνονται φιλόσοφοι καὶ τίνα ἄλλως αὐτοῖς πάρεστιν; ἄγε εἰ δʼ ἐγὼ φιλόσοφος ἤμην, ἔδει ὑμᾶς καὶ χωλοὺς γενέσθαι; τί οὖν;

αἴρω τὰς δυνάμεις ταύτας; μὴ γένοιτο· οὐδὲ γὰρ τὴν ὁρατικήν.

ὅμως δʼ, ἄν μου πυνθάνῃ τί ἐστιν ἀγαθὸν τοῦ ἀνθρώπου, οὐκ ἔχω σοι ἄλλο εἰπεῖν ἢ ὅτι ποιὰ προαίρεσις φαντασιῶν.

εἰ ταῦτά ἐστιν ἀληθῆ τὰ περὶ τῆς συγγενείας τοῦ θεοῦ καὶ ἀνθρώπων λεγόμενα ὑπὸ τῶν φιλοσόφων, τί ἄλλο ἀπολείπεται τοῖς ἀνθρώποις ἢ τὸ τοῦ Σωκράτους, μηδέποτε πρὸς τὸν πυθόμενον ποδαπός ἐστιν εἰπεῖν ὅτι Ἀθηναῖος ἢ Κορίνθιος, ἀλλʼ ὅτι κόσμιος;

διὰ τί γὰρ λέγεις Ἀθηναῖον εἶναι σεαυτόν, οὐχὶ δʼ ἐξ ἐκείνης μόνον τῆς γωνίας, εἰς ἣν ἐρρίφη γεννηθέν σου τὸ σωμάτιον;

ἢ δῆλον ὅτι ἀπὸ τοῦ κυριωτέρου καὶ περιέχοντος οὐ μόνον αὐτὴν ἐκείνην τὴν γωνίαν, ἀλλὰ καὶ ὅλην σου τὴν οἰκίαν καὶ ἁπλῶς ὅθεν σου τὸ γένος τῶν προγόνων εἰς σὲ κατελήλυθεν ἐντεῦθέν ποθεν καλεῖς σεαυτὸν Ἀθηναῖον καὶ Κορίνθιον;

ὁ τοίνυν τῇ διοικήσει τοῦ κόσμου παρηκολουθηκὼς καὶ μεμαθηκώς, ὅτι τὸ μέγιστον καὶ κυριώτατον καὶ περιεκτικώτατον πάντων τοῦτό ἐστι τὸ σύστημα τὸ ἐξ ἀνθρώπων καὶ θεοῦ, ἀπʼ ἐκείνου δὲ τὰ σπέρματα καταπέπτωκεν οὐκ εἰς τὸν πατέρα τὸν ἐμὸν μόνον οὐδʼ εἰς τὸν πάππον, ἀλλʼ εἰς ἅπαντα μὲν τὰ ἐπὶ γῆς γεννώμενά τε καὶ φυόμενα, προηγουμένως δʼ εἰς τὰ λογικά,

ὅτι κοινωνεῖν μόνον ταῦτα πέφυκεν τῷ θεῷ τῆς συναναστροφῆς κατὰ τὸν λόγον ἐπι πεπλεγμένα,

διὰ τί μὴ εἴπῃ τις αὑτὸν κόσμιον; διὰ τί μὴ υἱὸν τοῦ θεοῦ; διὰ τί δὲ φοβηθήσεταί τι τῶν γιγνομένων ἐν ἀνθρώποις;

ἀλλὰ πρὸς μὲν τὸν Καίσαρα ἡ συγγένεια ἢ ἄλλον τινὰ τῶν μέγα δυναμένων ἐν Ῥώμῃ ἱκανὴ παρέχειν ἐν ἀσφαλείᾳ διάγοντας καὶ ἀκαταφρονήτους καὶ δεδοικότας μηδʼ ὁτιοῦν, τὸ δὲ τὸν θεὸν ποιητὴν ἔχειν καὶ πατέρα καὶ κηδεμόνα οὐκέτι ἡμᾶς ἐξαιρήσεται λυπῶν καὶ φόβων;

— καὶ πόθεν φάγω, φησίν, μηδὲν ἔχων; — καὶ πῶς οἱ δοῦλοι, πῶς οἱ δραπέται, τίνι πεποιθότες ἐκεῖνοι ἀπαλλάττονται τῶν δεσποτῶν; τοῖς ἀγροῖς. ἢ τοῖς οἰκέταις ἢ τοῖς ἀργυρώμασιν; οὐδενί, ἀλλʼ ἑαυτοῖς· καὶ ὅμως οὐκ ἐπιλείπουσιν αὐτοὺς τροφαί.