Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ζητοῦμεν γὰρ ἐπὶ πάσης ὕλης πῶς ἂν εὕροοι ὁ καλὸς καὶ ἀγαθὸς τὴν διέξοδον καὶ ἀναστροφὴν τὴν ἐν αὐτῇ καθήκουσαν.

οὐκοῦν ἢ τοῦτο λεγέτωσαν, ὅτι οὐ συγκαθήσει εἰς ἐρώτησιν καὶ ἀπόκρισιν ὁ σπουδαῖος ἢ ὅτι συγκαθεὶς οὐκ ἐπιμελήσεται τοῦ μὴ εἰκῇ μηδʼ ὡς ἔτυχεν ἐν ἐρωτήσει καὶ ἀποκρίσει ἀναστρέφεσθαι,

μἢ τούτων μηδέτερον προσδεχομένοις ἀναγκαῖον ὁμολογεῖν, ὅτι ἐπίσκεψίν τινα ποιητέον τῶν τόπων τούτων, περὶ οὓς μάλιστα στρέφεται ἐρώτησις καὶ ἀπόκρισις.

τί γὰρ ἐπαγγέλλεται ἐν λόγῳ; τἀληθῆ τιθέναι, τὰ ψευδῆ αἴρειν, πρὸς τὰ ἄδηλα ἐπέχειν.

ἆρʼ οὖν ἀρκεῖ τοῦτο μόνον μαθεῖν; — ἀρκεῖ, φησίν. — οὐκοῦν καὶ τῷ βουλομένῳ ἐν χρήσει νομίσματος μὴ διαπίπτειν ἀρκεῖ τοῦτο ἀκοῦσαι, διὰ τί τὰς μὲν δοκίμους δραχμὰς παραδέχῃ, τὰς δʼ ἀδοκίμους ἀποδοκιμάζεις;

— οὐκ ἀρκεῖ. — τί οὖν δεῖ τούτῳ προσλαβεῖν; τί γὰρ ἄλλο ἢ δύναμιν δοκιμαστικήν τε καὶ διακριτικὴν τῶν δοκίμων τε καὶ ἀδοκίμων δραχμῶν;

οὐκοῦν καὶ ἐπὶ λόγου οὐκ ἀρκεῖ τὸ λεχθέν, ἀλλʼ ἀνάγκη δοκιμαστικὸν γενέσθαι καὶ διακριτικὸν τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους καὶ τοῦ ἀδήλου;

— ἀνάγκη. — ἐπὶ τούτοις τί παραγγέλλεται ἐν λόγῳ; τὸ ἀκόλουθον τοῖς δοθεῖσιν ὑπὸ σοῦ καλῶς παραδέχου.

ἄγε ἀρκεῖ οὖν κἀνταῦθα γνῶναι τοῦτο; οὐκ ἀρκεῖ, δεῖ δὲ μαθεῖν πῶς τί τισιν ἀκόλουθον γίνεται καὶ ποτὲ μὲν ἓν ἑνὶ ἀκολουθεῖ, ποτὲ δὲ πλείοσιν κοινῇ.

μή ποτε οὖν καὶ τοῦτο ἀνάγκη προσλαβεῖν τὸν μέλλοντα ἐν λόγῳ συνετῶς ἀναστραφήσεσθαι καὶ αὐτόν τʼ ἀποδείξειν ἕκαστα ἀποδόντα καὶ τοῖς ἀποδεικνύουσι παρακολουθήσειν μηδʼ ὑπὸ τῶν σοφιζομένων διαπλανηθήσεσθαι ὡς ἀποδεικνυόντων;

οὐκοῦν ἐλήλυθεν ἡμῖν περὶ τῶν συναγόντων λόγων καὶ τρόπων πραγματεία καὶ γυμνασία καὶ ἀναγκαία πέφηνεν.

ἀλλὰ δὴ ἔστιν ἐφʼ ὧν δεδώκαμεν ὑγιῶς τὰ λήμματα καὶ συμβαίνει τουτὶ ἐξ αὐτῶν· ψεῦδος δὲ ὂν οὐδὲν ἧττον συμβαίνει.