Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

εἰ γὰρ συμφώνως, τοῦτό μοι δείκνυε καὶ ἐρῶ σοι ὅτι προκόπτεις· εἰ δʼ ἀσυμφώνως, ἄπελθε καὶ μὴ μόνον ἐξηγοῦ τὰ βιβλία, ἀλλὰ καὶ γράφε αὐτὸς τοιαῦτα.

καὶ τί σοι ὄφελος; οὐκ οἶδας ὅτι ὅλον τὸ βιβλίον πέντε δηναρίων ἐστίν; ὁ οὖν ἐξηγούμενος αὐτὸ δοκεῖ ὅτι πλείονος ἄξιός ἐστιν ἢ πέντε δηναρίων;

μηδέποτε οὖν ἀλλαχοῦ τὸ ἔργον ζητεῖτε, ἀλλαχοῦ τὴν προκοπήν.

ποῦ οὖν προκοπή; εἴ τις ὑμῶν ἀποστὰς τῶν ἐκτὸς ἐπὶ τὴν προαίρεσιν ἐπέστραπται τὴν αὑτοῦ, ταύτην ἐξεργάζεσθαι καὶ ἐκπονεῖν, ὥστε σύμφωνον ἀποτελέσαι τῇ φύσει, ὑψηλὴν ἐλευθέραν ἀκώλυτον ἀνεμπόδιστον πιστὴν αἰδήμονα·

μεμάθηκέν τε, ὅτι ὁ τὰ μὴ ἐφʼ αὑτῷ ποθῶν ἢ φεύγων οὔτε πιστὸς εἶναι δύναται οὔτʼ ἐλεύθερος, ἀλλʼ ἀνάγκη μεταπίπτειν καὶ μεταρριπίζεσθαι ἅμα ἐκείνοις καὶ αὐτόν, ἀνάγκη δὲ καὶ ὑποτεταχέναι ἄλλοις ἑαυτόν, τοῖς ἐκεῖνα περιποιεῖν ἢ κωλύειν δυναμένοις·

καὶ λοιπὸν ἕωθεν ἀνιστάμενος ταῦτα τηρεῖ καὶ φυλάσσει, λούεται ὡς πιστός, ὡς αἰδήμων ἐσθίει, ὡσαύτως ἐπὶ τῆς ἀεὶ παραπιπτούσης ὕλης τὰ προηγούμενα ἐκπονῶν, ὡς ὁ δρομεὺς δρομικῶς καὶ ὁ φώνασκος φωνασκικῶς·

οὗτός ἐστιν ὁ προκόπτων ταῖς ἀληθείαις καὶ ὁ μὴ εἰκῇ ἀποδεδημηκὼς οὗτός ἐστιν.

εἰ δʼ ἐπὶ τὴν ἐν τοῖς βιβλίοις ἕξιν τέταται καὶ ταύτην ἐκπονεῖ καὶ ἐπὶ τοῦτο ἐκδεδήμηκε, λέγω αὐτῷ αὐτόθεν πορεύεσθαι εἰς οἶκον καὶ μὴ ἀμελεῖν τῶν ἐκεῖ·

τοῦτο γὰρ ἐφʼ ὃ ἀποδεδήμηκεν οὐδέν ἐστιν· ἀλλʼ ἐκεῖνο, μελετᾶν ἐξελεῖν τοῦ αὑτοῦ βίου πένθη καὶ οἰμωγὰς καὶ τὸ οἴμοι καὶ τὸ τάλας ἐγὼ καὶ δυστυχίαν καὶ ἀτυχίαν καὶ μαθεῖν,

τί ἐστι θάνατος, τί φυγή, τί δεσμωτήριον, τί νοσκώνειον, ἵνα δύνηται λέγειν ἐν τῇ φυλακῇ ὦ φίλε Κρίτων, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γινέσθω καὶ μὴ ἐκεῖνα τάλας ἐγώ, γέρων ἄνθρωπος, ἐπὶ ταῦτά μου τὰς πολιὰς ἐτήρησα.

τίς λέγει ταῦτα; δοκεῖτε ὅτι ὑμῖν ἄδοξόν τινα ἐρῶ καὶ ταπεινόν; Πρίαμος αὐτὰ οὐ λέγει; Οἰδίπους οὐ λέγει; ἀλλʼ ὁπόσοι βασιλεῖς λέγουσιν;

τί γάρ εἰσιν ἄλλο τραγῳδίαι ἢ ἀνθρώπων πάθη τεθαυμακότων τὰ ἐκτὸς διὰ μέτρου τοιοῦδʼ ἐπιδεικνύμενα;